Against Nausimachus and Xenopeithes
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
ὅτι τοίνυν οὐδʼ ἀνάσχοισθʼ ἂν αὐτῶν εἰκότως οὐδὲν περὶ τῆς ἐπιτροπῆς, καὶ τοῦτʼ οἴομαι δείξειν. εἰ γὰρ ὡς οἷόν τε μέγιστʼ ἠδικῆσθαι δοίη τις αὐτοῖς καὶ ἐρεῖν ἅπαντʼ ἀληθῆ περὶ τούτων νυνί, ἐκεῖνό γʼ οἶμαι πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, ὅτι πολλὰ συμβέβηκεν ἠδικῆσθαί τισιν ἤδη μείζω τῶν εἰς χρήματα γιγνομένων ἀδικημάτων· καὶ γὰρ ἀκούσιοι φόνοι καὶ ὕβρεις εἰς ἃ μὴ δεῖ καὶ πολλὰ τοιαῦτʼ ἀδικήματα γίγνεται. ἀλλʼ ὅμως τούτων ἁπάντων ὅρος καὶ λύσις τοῖς παθοῦσιν τέτακται τὸ πεισθέντας ἀφεῖναι.
καὶ τοῦθʼ οὕτω τὸ δίκαιον ἐν πᾶσιν ἰσχύει, ὥστʼ ἐὰν ἑλών τις ἀκουσίου φόνου καὶ φανερῶς ἐπιδείξας μὴ καθαρόν, μετὰ ταῦτʼ αἰδέσηται καὶ ἀφῇ, οὐκέτʼ ἐκβαλεῖν κύριος τὸν αὐτόν ἐστιν. εἶθʼ ὑπὲρ μὲν ψυχῆς καὶ τῶν μεγίστων οὕτως ἰσχύει καὶ μένει τὸ ἀφεῖναι, ὑπὲρ δὲ χρημάτων καὶ ἐλαττόνων ἐγκλημάτων ἄκυρον ἔσται; μηδαμῶς. οὐ γὰρ εἰ μὴ τῶν δικαίων ἐγὼ παρʼ ὑμῖν τεύξομαι, τοῦτʼ ἔστι δεινότατον, ἀλλʼ εἰ πρᾶγμα δίκαιον ὡρισμένον ἐκ παντὸς τοῦ χρόνου νῦν καταλυθήσεται.
οὐκ ἐμίσθωσαν ἡμῶν τὸν οἶκον, ἴσως ἐροῦσιν. οὐ γὰρ ἐβούλεθʼ ὁ θεῖος ὑμῶν Ξενοπείθης, ἀλλὰ φήναντος Νικίδου τοὺς δικαστὰς ἔπεισεν ἐᾶσαι αὑτὸν διοικεῖν· καὶ ταῦτʼ ἴσασιν πάντες. πολλὰ διήρπασαν ἡμῶν ἐκεῖνοι. οὐκοῦν ἣν ἐπείσθητέ γε, τούτων δίκην παρʼ αὐτῶν ἔχετε, καὶ οὐ δήπουθεν πάλιν δεῖ λαβεῖν ὑμᾶς παρʼ ἐμοῦ.
ἵνα δὲ μηδʼ οἴησθʼ εἶναί τι ταῦτα, ἔστι μὲν οὐκ ἴσον (πῶς γάρ;) πρὸς τοὺς πράξαντας διαλυσαμένους τῶν οὐκ εἰδότων κατηγορεῖν, ὅμως μέντοι, ὦ Ξενοπείθη καὶ Ναυσίμαχε, εἰ μεγάλʼ ὑμῖν καὶ θαυμάστʼ εἶναι τὰ δίκαια ταῦθʼ ὑπολαμβάνετε, ἀποδόντες τὰ τρία τάλαντα περαίνετε. ὧν δὲ τοῦ μὴ κατηγορῆσαι τοσαῦτα χρήματʼ ἐπράξασθε, πρὶν ἂν ταῦτʼ ἀποδῶτε, σιωπᾶν ἐστὲ δίκαιοι, καὶ μὴ κατηγορεῖν καὶ ἔχειν· ἔσχατον γὰρ ἤδη πραγμάτων τοῦτό γε.
τάχα τοίνυν ἴσως καὶ τριηραρχίας ἐροῦσι, καὶ τὰ ὄνθʼ ὡς ἀνηλώκασιν εἰς ὑμᾶς. ἐγὼ δʼ ὅτι μὲν ψεύσονται, καὶ πόλλʼ ἀπολωλεκότες τῶν ὄντων αὑτοῖς, μικρὰ τῆς πόλεως μετειληφυίας, οὐ δικαίαν οὐδὲ γιγνομένην χάριν ἀξιώσουσι κομίζεσθαι παρʼ ὑμῶν, ἐάσω. ἀξιῶ δὲ καὶ αὐτός, ὦ ἄνδρες δικασταί, εἶναι τοῖς λῃτουργοῦσιν ὑμῖν ἅπασιν χάριν τινʼ ὑπάρχουσαν παρʼ ὑμῶν. τίσιν δὲ μεγίστην; τοῖς ὃ μὲν χρήσιμον τῇ πόλει τοῦ πράγματός ἐστι ποιοῦσιν, ὃ δʼ αἰσχρὸν ἅπαντες ἂν εἶναι φήσαιεν καὶ ὄνειδος, μὴ κατασκευάζουσιν.
οἱ μὲν τοίνυν μετὰ τοῦ λῃτουργεῖν τὰ σφέτερʼ αὐτῶν διεφθαρκότες τὴν βλασφημίαν ἀντὶ τῆς χρείας τῇ πόλει καταλείπουσιν (οὐδεὶς γὰρ αὐτὸς αὑτοῦ κατηγόρησεν πώποτε, ἀλλʼ ὡς ἡ πόλις τὰ ὄντʼ ἀφῄρηται λέγει)· οἱ δʼ ὅσα μὲν προστάττεθʼ ὑμεῖς ποιοῦντες προθύμως, τῇ περὶ τἄλλα δὲ σωφροσύνῃ τὰ ὄντα σῴζοντες, οὐ μόνον κατὰ τοῦτʼ ἐκείνων πλεονεκτοῖεν ἂν εἰκότως, ὅτι καὶ γεγόνασιν χρήσιμοι καὶ ἔσονται, ἀλλʼ ὅτι καὶ χωρὶς ὀνείδους ταῦτα παρʼ αὐτῶν ὑμῖν γίγνεται. ἡμεῖς μὲν τοίνυν τοιοῦτοι εἰς ὑμᾶς ἅπαντες φανούμεθʼ ὄντες· τούτους δʼ ἐάσω, μή με φῶσιν κακῶς αὑτοὺς λέγειν.
οὐ τοίνυν θαυμάσαιμʼ ἄν, εἰ καὶ δακρύειν καὶ ἐλεινοὺς ἑαυτοὺς πειρῷντο ποιεῖν. ἐγὼ δʼ ἀξιῶ πρὸς ταῦθʼ ὑπολαμβάνειν ἅπαντας ὑμᾶς, ὅτι τῶν αἰσχρῶν ἐστι, μᾶλλον δʼ οὐδὲ δικαίων, τὰ μὲν ὄντα κατεσθίοντας καὶ παροινοῦντας μετʼ Ἀριστοκράτους καὶ Διογνήτου καὶ τοιούτων ἑτέρων αἰσχρῶς καὶ κακῶς ἀνηλωκέναι, τὰ δʼ ἀλλότριʼ ὥστε λαβεῖν, δακρύειν νυνὶ καὶ κλάειν. ἐπʼ ἐκείνοις ἐκλάετʼ ἄν, οἷς ἐποιεῖτε, δικαίως. νῦν δʼ οὐ δεῖ δακρύειν, ἀλλʼ ὡς οὐκ ἀφήκατε δεικνύναι, ἢ ὡς εἰσὶν ὧν ἀφήκατʼ αὖθις ὑμῖν δίκαι, ἢ ὡς εἰκοστῷ λαγχάνειν ἔτει δίκαιόν ἐστι, τοῦ νόμου πέντʼ ἔτη τὴν προθεσμίαν δεδωκότος· ταῦτα γάρ ἐστιν ὑπὲρ ὧν οὗτοι δικάζουσιν.
ἐὰν δὲ μὴ δύνωνται ταῦτα δεικνύναι, ὡς οὐ δυνήσονται, ἡμεῖς ὑμῶν ἁπάντων, ὦ ἄνδρες δικασταί, δεόμεθα μὴ ἡμᾶς προέσθαι τούτοις, μηδὲ τετάρτην οὐσίαν ἔτι δοῦναι τρεῖς ἑτέρας κακῶς διῳκηκόσιν, ἣν παρʼ ἑκόντων ἔλαβον τῶν ἐπιτρόπων, ἣν ὑπὲρ τῶν δικῶν εἰσεπράξαντο, ἣν πρῴην ἀφείλοντʼ Αἰσίου δίκην ἑλόντες, ἀλλʼ ἡμᾶς τὰ ἡμέτερα, ὥσπερ ἐστὶν δίκαιον, ἐᾶν ἔχειν· ἃ καὶ ὑμῖν ἐστιν ἐν ὠφελείᾳ μείζονι παρʼ ἡμῖν ὄντʼ ἢ παρὰ τούτοις, καὶ δικαιότερον δήπου τὰ ἡμέτερα ἡμᾶς ἐστιν ἔχειν ἢ τούτους.
οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων. ἐξέρα τὸ ὕδωρ.