Against Nausimachus and Xenopeithes

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.

ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, καὶ ὁ μὲν πατὴρ ἐτελεύτησεν εὐθέως μετὰ τὰς διαλύσεις, τῷ Δημαρέτῳ δʼ οὐδεπώποθʼ οὗτοι τούτων τῶν χρημάτων δίκην ἔλαχον, οὐδʼ ὅλως ἐξέπλευσεν ἐκεῖνος οὐδʼ ἀπεδήμησεν ἐκεῖσε, λαβὲ τὰς μαρτυρίας.

ΜΑΡΤΥΡΙΑΙ.

ὅτι μὲν τοίνυν οὔθʼ ὁ πατὴρ μετὰ τὴν ἄφεσιν τὰ χρήματʼ εἰσέπραξεν, οὔτʼ ἂν ἔδωκεν ἑκὼν οὐδείς, εἴ τινʼ ἔπεμψεν ὁ Δημάρετος, οὔτʼ ἀνέπλευσεν αὐτὸς οὐδʼ ἀφίκετʼ ἐκεῖσε, δῆλον ἐκ τῶν χρόνων καὶ τῶν μαρτυριῶν ὑμῖν γέγονεν. βούλομαι τοίνυν καὶ ὅλως ψευδομένους αὐτοὺς ὅλον τὸ πρᾶγμʼ ἐπιδεῖξαι. οὗτοι γὰρ γεγράφασιν εἰς ὃ νῦν ἔγκλημα διώκουσιν, ὀφείλειν ἡμᾶς τὸ ἀργύριον κομισαμένου τοῦ πατρὸς καὶ παραδόντος αὐτοῖς τοῦτο τὸ χρέως ἐν τῷ λόγῳ τῆς ἐπιτροπῆς ὀφειλόμενον. καί μοι λέγʼ αὐτὸ τὸ ἔγκλημα λαβών.

ΕΓΚΛΗΜΑ.

ἀκούετε γεγραμμένον ἐν τῷ ἐγκλήματι παραδόντος ἐμοὶ τοῦ Ἀρισταίχμου τὸ χρέως ἐν τῷ λόγῳ τῆς ἐπιτροπῆς. ὅτε τοίνυν ἐλάγχανον τῷ πατρὶ τῆς ἐπιτροπῆς, τἀναντίʼ ἐγράψαντο τούτων· ὡς γὰρ οὐκ ἀποδόντι λόγον τότʼ ἐγκαλοῦντες φαίνονται. λέγʼ αὐτὸ τὸ ἔγκλημα, ὃ τότʼ ἔλαχον τῷ πατρί.

ΕΓΚΛΗΜΑ.

ἐν ποίῳ δὴ λόγῳ νῦν ἐγκαλεῖθʼ ὡς παρέδωκεν, ὦ Ξενοπείθη καὶ Ναυσίμαχε; τότε μὲν γὰρ ὡς οὐκ ἀποδόντι δίκας ἐλαγχάνετε καὶ χρήματʼ ἐπράττεσθε. εἰ δʼ ἐπʼ ἀμφότερʼ ἔσται συκοφαντεῖν ὑμῖν, καὶ τοτὲ μὲν τοῦ μὴ παραδοῦναι χρήματʼ ἐπράξασθε, τοτὲ δʼ ὡς παραδόντος διώκετε, οὐδὲν κωλύει καὶ τρίτον τι σκοπεῖν μετὰ ταῦτα, ὅτου πάλιν δικάσεσθε. οἱ νόμοι δʼ οὐ ταῦτα λέγουσιν, ἀλλʼ ἅπαξ περὶ τῶν αὐτῶν πρὸς τὸν αὐτὸν εἶναι τὰς δίκας.

ἵνα τοίνυν εἰδῆτʼ, ὦ ἄνδρες δικασταί, ὅτι οὐ μόνον οὐκ ἀδικοῦνται νῦν, ἀλλὰ καὶ παρὰ πάντας ἡμῖν δικάζονται τοὺς νόμους, βούλομαι καὶ τοῦτον ὑμῖν τὸν νόμον εἰπεῖν, ὅστις διαρρήδην λέγει, ἐὰν πέντʼ ἔτη παρέλθῃ καὶ μὴ δικάσωνται, μηκέτʼ εἶναι τοῖς ὀρφανοῖς δίκην περὶ τῶν ἐκ τῆς ἐπιτροπῆς ἐγκλημάτων. καὶ ὑμῖν ἀναγνώσεται τὸν νόμον.

ΝΟΜΟΣ.

ἀκούετʼ, ὦ ἄνδρες δικασταί, τοῦ νόμου λέγοντος ἄντικρυς, ἐὰν μὴ πέντʼ ἐτῶν δικάσωνται, μηκέτʼ εἶναι δίκην. οὐκοῦν ἐλάχομεν, φαῖεν ἄν. καὶ διελύσασθέ γε, ὥστʼ οὐκ εἰσὶν αὖθις ὑμῖν δίκαι. ἢ δεινόν γʼ ἂν εἴη, εἰ τῶν μὲν ἐξ ἀρχῆς ἀδικημάτων οὐ δίδωσιν ἔξω πέντʼ ἐτῶν τὰς δίκας τοῖς ὀρφανοῖς ὁ νόμος κατὰ τῶν οὐκ ἀφειμένων ἐπιτρόπων, πρὸς δὲ τοὺς ἐξ ἐκείνων ἡμᾶς, περὶ ὧν αὐτοὺς ἀφήκατε, εἰκοστῷ νῦν ἔτει δίκην τελέσαισθʼ ὑμεῖς.

ἀκούω τοίνυν αὐτοὺς τὰ μὲν περὶ τῶν πραγμάτων αὐτῶν καὶ τῶν νόμων δίκαια φεύξεσθαι, παρεσκευάσθαι δὲ λέγειν ὡς πολλὰ χρήματʼ αὐτοῖς κατελείφθη καὶ ταῦτʼ ἀπεστερήθησαν, καὶ τεκμηρίῳ χρήσεσθαι τούτου τῷ μεγέθει τῶν δικῶν ἃς ἐξ ἀρχῆς ἔλαχον, καὶ τὴν ὀρφανίαν ὀδυρεῖσθαι, καὶ τὸν τῆς ἐπιτροπῆς λόγον διεξιέναι· καὶ ταῦτʼ εἶναι καὶ τοιαῦθʼ οἷς πεπιστεύκασι καὶ διʼ ὧν ὑμᾶς ἐξαπατήσειν οἴονται.

ἐγὼ δὲ τὸ μὲν τῶν δικῶν μέγεθος τῶν τότε ληχθεισῶν μεῖζον ἡγοῦμαι τεκμήριον ἡμῖν εἶναι ὡς ἐσυκοφαντεῖθʼ ὁ πατήρ, ἢ τούτοις ὡς πόλλʼ ἀπεστεροῦντο. ὀγδοήκοντα μὲν γὰρ τάλαντʼ ἔχων ἐξελέγχειν, οὐδὲ εἷς ἂν τρία λαβὼν ἀπηλλάγη· τοσούτων δὲ χρημάτων ἐπιτροπῆς φεύγων, οὐδεὶς ἔστιν ὅστις οὐκ ἂν ἔδωκεν τρία τάλαντα, τὸν κίνδυνον ὠνούμενος καὶ τὰ φύσει τότε τούτοις πλεονεκτήμαθʼ ὑπάρχοντα. καὶ γὰρ ὀρφανοὶ καὶ νέοι καὶ ὁποῖοί τινές εἰσιν ἀγνῶτες ἦσαν· ταῦτα δὲ πάντες φασὶν μεγάλων δικαίων ἰσχύειν πλέον παρʼ ὑμῖν.