Against Nausimachus and Xenopeithes
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
δεδωκότων, ὦ ἄνδρες δικασταί, τῶν νόμων παραγράψασθαι περὶ ὧν ἄν τις ἀφεὶς καὶ ἀπαλλάξας πάλιν δικάζηται, γεγενημένων ἀμφοτέρων τούτων τῷ πατρὶ πρὸς Ναυσίμαχον καὶ Ξενοπείθην τοὺς εἰληχότας ἡμῖν, παρεγραψάμεθα, ὥσπερ ἠκούσατʼ ἀρτίως, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην.
δεήσομαι δὲ καὶ δίκαια καὶ μέτριʼ ὑμῶν ἁπάντων, πρῶτον μὲν εὐνοϊκῶς ἀκοῦσαί μου λέγοντος, εἶτʼ, ἐὰν ἀδικεῖσθαι δοκῶ καὶ μὴ προσήκοντος ἐγκλήματος φεύγειν δίκην, βοηθῆσαί μοι τὰ δίκαια. ὃ μὲν γὰρ ὑμεῖς ἐπὶ τῇ δίκῃ τίμημʼ ἀκηκόατε, τριάκοντα μναῖ εἰσιν, ὧν δὲ φεύγομεν χρημάτων, τέτταρα τάλαντα. ὄντες γὰρ δύο τέτταρας εἰλήχασι δίκας ἡμῖν, τῶν αὐτῶν χρημάτων πάσας, τρισχιλίων ἑκάστην, βλάβης· καὶ νυνὶ πρὸς τριάκοντα μνῶν ἐπίγραμμα, ὑπὲρ τοσούτων χρημάτων εἰς ἀγῶνα καθέσταμεν.
τὴν μὲν οὖν συκοφαντίαν τὴν τούτων, καὶ μεθʼ ὅσης ἐπιβουλῆς ἐληλύθασιν ἐφʼ ἡμᾶς, ἐξ αὐτῶν τῶν πεπραγμένων εἴσεσθε. ἀναγνώσεται δὲ πρῶτον ὑμῖν τὰς μαρτυρίας, ὡς ἀφεῖσαν τὸν πατέρʼ ἡμῶν ὧν ἐνεκάλεσαν εἰς τὴν ἐπιτροπήν· κατὰ γὰρ τοῦτο καὶ παρεγραψάμεθα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην. καί μοι λέγε ταυτασὶ τὰς μαρτυρίας.
ΜΑΡΤΥΡΙΑΙ.
ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ δίκας ἔλαχον τῆς ἐπιτροπῆς καὶ ἀφεῖσαν ταύτας καὶ τὰ συγχωρηθέντα χρήματʼ ἔχουσιν, ἀκούετε τῶν μαρτυριῶν. ὅτι δʼ οὐκ ἐῶσιν οἱ νόμοι περὶ τῶν οὕτω πραχθέντων αὖθις δικάζεσθαι, νομίζω μὲν ἅπαντας ὑμᾶς εἰδέναι, κἂν μηδὲν εἴπω περὶ αὐτῶν ἐγώ, βούλομαι δʼ ὅμως καὶ τὸν νόμον ὑμῖν αὐτὸν ἀναγνῶναι. λέγε τὸν νόμον.
ΝΟΜΟΣ.
ἀκούετʼ, ὦ ἄνδρες δικασταί, τοῦ νόμου σαφῶς λέγοντος ἕκαστα, ὧν μὴ εἶναι δίκας· ὧν ἕν ἐστιν, ὁμοίως τοῖς ἄλλοις κύριον, περὶ ὧν ἄν τις ἀφῇ καὶ ἀπαλλάξῃ, μὴ δικάζεσθαι. οὕτω τοίνυν καὶ μετὰ πολλῶν μαρτύρων τῆς ἀφέσεως γεγονυίας, καὶ φανερῶς ἀπολύοντος ἡμᾶς τοῦ νόμου, εἰς τοῦτʼ ἐληλύθασιν ἀναισχυντίας οὗτοι καὶ τόλμης,
ὥστε τεττάρων μὲν καὶ δέκʼ ἐτῶν γεγενημένων ἀφʼ οὗ τὸν πατέρʼ ἡμῶν ἀφεῖσαν, εἴκοσι δὲ καὶ δυοῖν ἀφʼ οὗ τυγχάνουσιν ἐγγεγραμμένοι, τετελευτηκότος δὲ καὶ τοῦ πατρὸς τοῦ ἡμετέρου, πρὸς ὃν αὐτοῖς ἐγένονθʼ αἱ διαλλαγαί, καὶ τῶν ἐπιτρόπων, οἳ μετὰ τὸν ἐκείνου θάνατον τῶν ἡμετέρων ἐγένοντο κύριοι, καὶ τῆς ἑαυτῶν μητρός, ἥτις ἅπαντα ταῦτʼ ᾔδει, καὶ διαιτητῶν καὶ μαρτύρων καὶ πάντων τῶν πλείστων ὡς εἰπεῖν, τὴν ἡμετέραν ἀπειρίαν καὶ τὴν ἐξ ἀνάγκης ἄγνοιαν τῶν πεπραγμένων ἕρμαιον νομίσαντες ἑαυτῶν, τὰς δίκας ἡμῖν ἔλαχον ταυτασί, καὶ λόγον οὔτε δίκαιον οὔτʼ ἐπιεικῆ τολμῶσι λέγειν.
φασὶ γὰρ οὐκ ἀποδόσθαι τὰ πατρῷʼ ὧν ἐκομίζοντο χρημάτων, οὐδʼ ἀποστῆναι τῶν ὄντων, ἀλλʼ ὅσʼ αὐτοῖς κατελείφθη χρέα καὶ σκεύη καὶ ὅλως χρήματα, ταῦθʼ ἑαυτῶν γίγνεσθαι. ἐγὼ δʼ οἶδʼ ἀκούων ὅτι τὴν οὐσίαν Ξενοπείθης καὶ Ναυσικράτης ἅπασαν χρέα κατέλιπον, καὶ φανερὰν ἐκέκτηντο μικράν τινα· εἰσπραχθέντων δὲ τῶν χρεῶν καί τινων σκευῶν πραθέντων, ἔτι δʼ ἀνδραπόδων, καὶ τὰ χωρία καὶ τὰς συνοικίας ἐπρίανθʼ οἱ ἐπίτροποι, ἃ παρέλαβον οὗτοι.
εἰ μὲν οὖν μηδὲν ἠμφεσβητήθη περὶ τούτων πρότερον, μηδʼ ὡς οὐ καλῶς διῳκημένων εἰς δίκην ἦλθεν, ἄλλος ἂν ἦν λόγος· ἐπειδὴ δʼ ὅλην τὴν ἐπιτροπὴν ἐγκαλέσαντες οὗτοι καὶ δίκας λαχόντες χρήματʼ ἐπράξαντο, πάντα ταῦτʼ ἀφεῖται τότε. οὔτε γὰρ οὗτοι τοὐνόματος δήπου τοῦ τῆς ἐπιτροπῆς τὰς δίκας ἐδίωκον, ἀλλὰ τῶν χρημάτων, οὔτʼ ἐκεῖνοι τοὔνομα τοῦτʼ ἐωνοῦνθʼ ὧν ἀπέτεισαν χρημάτων, ἀλλὰ τὰ ἐγκλήματα.
ὅτι μὲν οὖν ὧν πρὸ τῶν ἀπαλλαγῶν εἰσέπραξεν χρεῶν ὁ πατὴρ ἢ ὅλως ἔλαβεν χρημάτων ἐκ τῆς ἐπιτροπῆς, οὐδενός εἰσιν δίκαι τούτοις καθʼ ἡμῶν ἀπηλλαγμένοις, ἐξ αὐτῶν τῶν νόμων καὶ τῆς ἀφέσεως ἱκανῶς πάντας ἡγοῦμαι ὑμᾶς μεμαθηκέναι. ὅτι δʼ ὕστερον οὐκ ἔνι τὴν κομιδὴν γεγενῆσθαι τούτων τῶν χρημάτων (τοῦτο γὰρ πλάττουσιν οὗτοι καὶ παράγουσιν), τοῦτο βούλομαι δεῖξαι.
τὸν μὲν γὰρ πατέρʼ οὐδʼ ἂν αἰτιάσαιντο λαβεῖν (τέτταρσι γὰρ ἢ τρισὶ μησὶν ὕστερον ἢ διελύσατο πρὸς τούτους ἐτελεύτησεν). ὡς δʼ οὐδὲ Δημάρετον τὸν καταλειφθένθʼ ἡμῶν ἐπίτροπον λαβεῖν οἷόν τε (καὶ γὰρ τοῦτον ἔγραψαν εἰς τὸ ἔγκλημα), καὶ τοῦτʼ ἐπιδείξω.
μέγιστοι μὲν οὖν ἡμῖν εἰσιν οὗτοι μάρτυρες (οὐδαμοῦ γὰρ φανήσονται δίκην εἰληχότες ζῶντι τῷ Δημαρέτῳ)· οὐ μὴν ἀλλὰ καὶ τὸ πρᾶγμʼ ἄν τις αὐτὸ σκοπῶν καὶ θεωρῶν ἴδοι οὐ μόνον οὐχὶ λαβόντα, ἀλλʼ οὐδʼ ἐνὸν αὐτῷ λαβεῖν. ἦν μὲν γὰρ τὸ χρέως ἐν Βοσπόρῳ, ἀφίκετο δʼ οὐδεπώποτʼ εἰς τὸν τόπον τοῦτον ὁ Δημάρετος· πῶς οὖν εἰσέπραξεν; ἔπεμψεν νὴ Δίʼ, εἴποι τις ἄν, τὸν κομιούμενον.
σκοπεῖτε δὴ τοῦθʼ οὑτωσί. ὤφειλεν Ἑρμῶναξ στατῆρας ἑκατὸν παρὰ Ναυσικράτους λαβὼν τούτοις. τούτων Ἀρίσταιχμος ἐπίτροπος καὶ κηδεμὼν ἐγένεθʼ ἑκκαίδεκʼ ἔτη. οὐκοῦν ἅ γε τούτων ἀνδρῶν γεγονότων διʼ ἑαυτοῦ διέλυε χρήμαθʼ ὁ Ἑρμῶναξ, οὐκ ἀπέδωκεν ὅτʼ ἦσαν παῖδες· οὐ γὰρ δίς γε ταὐτὰ κατετίθει. ἔστιν οὖν οὕτω τις ἀνθρώπων ἄτοπος, ὥσθʼ ἃ τοὺς κυρίους διεκρούσατο μὴ καταθεῖναι τοσοῦτον χρόνον, ταῦτα τῷ μὴ κυρίῳ πέμψαντι γράμμαθʼ ἑκὼν ἀποδοῦναι; ἐγὼ μὲν οὐκ οἶμαι.
ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, καὶ ὁ μὲν πατὴρ ἐτελεύτησεν εὐθέως μετὰ τὰς διαλύσεις, τῷ Δημαρέτῳ δʼ οὐδεπώποθʼ οὗτοι τούτων τῶν χρημάτων δίκην ἔλαχον, οὐδʼ ὅλως ἐξέπλευσεν ἐκεῖνος οὐδʼ ἀπεδήμησεν ἐκεῖσε, λαβὲ τὰς μαρτυρίας.
ΜΑΡΤΥΡΙΑΙ.
ὅτι μὲν τοίνυν οὔθʼ ὁ πατὴρ μετὰ τὴν ἄφεσιν τὰ χρήματʼ εἰσέπραξεν, οὔτʼ ἂν ἔδωκεν ἑκὼν οὐδείς, εἴ τινʼ ἔπεμψεν ὁ Δημάρετος, οὔτʼ ἀνέπλευσεν αὐτὸς οὐδʼ ἀφίκετʼ ἐκεῖσε, δῆλον ἐκ τῶν χρόνων καὶ τῶν μαρτυριῶν ὑμῖν γέγονεν. βούλομαι τοίνυν καὶ ὅλως ψευδομένους αὐτοὺς ὅλον τὸ πρᾶγμʼ ἐπιδεῖξαι. οὗτοι γὰρ γεγράφασιν εἰς ὃ νῦν ἔγκλημα διώκουσιν, ὀφείλειν ἡμᾶς τὸ ἀργύριον κομισαμένου τοῦ πατρὸς καὶ παραδόντος αὐτοῖς τοῦτο τὸ χρέως ἐν τῷ λόγῳ τῆς ἐπιτροπῆς ὀφειλόμενον. καί μοι λέγʼ αὐτὸ τὸ ἔγκλημα λαβών.
ΕΓΚΛΗΜΑ.
ἀκούετε γεγραμμένον ἐν τῷ ἐγκλήματι παραδόντος ἐμοὶ τοῦ Ἀρισταίχμου τὸ χρέως ἐν τῷ λόγῳ τῆς ἐπιτροπῆς. ὅτε τοίνυν ἐλάγχανον τῷ πατρὶ τῆς ἐπιτροπῆς, τἀναντίʼ ἐγράψαντο τούτων· ὡς γὰρ οὐκ ἀποδόντι λόγον τότʼ ἐγκαλοῦντες φαίνονται. λέγʼ αὐτὸ τὸ ἔγκλημα, ὃ τότʼ ἔλαχον τῷ πατρί.
ΕΓΚΛΗΜΑ.
ἐν ποίῳ δὴ λόγῳ νῦν ἐγκαλεῖθʼ ὡς παρέδωκεν, ὦ Ξενοπείθη καὶ Ναυσίμαχε; τότε μὲν γὰρ ὡς οὐκ ἀποδόντι δίκας ἐλαγχάνετε καὶ χρήματʼ ἐπράττεσθε. εἰ δʼ ἐπʼ ἀμφότερʼ ἔσται συκοφαντεῖν ὑμῖν, καὶ τοτὲ μὲν τοῦ μὴ παραδοῦναι χρήματʼ ἐπράξασθε, τοτὲ δʼ ὡς παραδόντος διώκετε, οὐδὲν κωλύει καὶ τρίτον τι σκοπεῖν μετὰ ταῦτα, ὅτου πάλιν δικάσεσθε. οἱ νόμοι δʼ οὐ ταῦτα λέγουσιν, ἀλλʼ ἅπαξ περὶ τῶν αὐτῶν πρὸς τὸν αὐτὸν εἶναι τὰς δίκας.
ἵνα τοίνυν εἰδῆτʼ, ὦ ἄνδρες δικασταί, ὅτι οὐ μόνον οὐκ ἀδικοῦνται νῦν, ἀλλὰ καὶ παρὰ πάντας ἡμῖν δικάζονται τοὺς νόμους, βούλομαι καὶ τοῦτον ὑμῖν τὸν νόμον εἰπεῖν, ὅστις διαρρήδην λέγει, ἐὰν πέντʼ ἔτη παρέλθῃ καὶ μὴ δικάσωνται, μηκέτʼ εἶναι τοῖς ὀρφανοῖς δίκην περὶ τῶν ἐκ τῆς ἐπιτροπῆς ἐγκλημάτων. καὶ ὑμῖν ἀναγνώσεται τὸν νόμον.
ΝΟΜΟΣ.
ἀκούετʼ, ὦ ἄνδρες δικασταί, τοῦ νόμου λέγοντος ἄντικρυς, ἐὰν μὴ πέντʼ ἐτῶν δικάσωνται, μηκέτʼ εἶναι δίκην. οὐκοῦν ἐλάχομεν, φαῖεν ἄν. καὶ διελύσασθέ γε, ὥστʼ οὐκ εἰσὶν αὖθις ὑμῖν δίκαι. ἢ δεινόν γʼ ἂν εἴη, εἰ τῶν μὲν ἐξ ἀρχῆς ἀδικημάτων οὐ δίδωσιν ἔξω πέντʼ ἐτῶν τὰς δίκας τοῖς ὀρφανοῖς ὁ νόμος κατὰ τῶν οὐκ ἀφειμένων ἐπιτρόπων, πρὸς δὲ τοὺς ἐξ ἐκείνων ἡμᾶς, περὶ ὧν αὐτοὺς ἀφήκατε, εἰκοστῷ νῦν ἔτει δίκην τελέσαισθʼ ὑμεῖς.
ἀκούω τοίνυν αὐτοὺς τὰ μὲν περὶ τῶν πραγμάτων αὐτῶν καὶ τῶν νόμων δίκαια φεύξεσθαι, παρεσκευάσθαι δὲ λέγειν ὡς πολλὰ χρήματʼ αὐτοῖς κατελείφθη καὶ ταῦτʼ ἀπεστερήθησαν, καὶ τεκμηρίῳ χρήσεσθαι τούτου τῷ μεγέθει τῶν δικῶν ἃς ἐξ ἀρχῆς ἔλαχον, καὶ τὴν ὀρφανίαν ὀδυρεῖσθαι, καὶ τὸν τῆς ἐπιτροπῆς λόγον διεξιέναι· καὶ ταῦτʼ εἶναι καὶ τοιαῦθʼ οἷς πεπιστεύκασι καὶ διʼ ὧν ὑμᾶς ἐξαπατήσειν οἴονται.
ἐγὼ δὲ τὸ μὲν τῶν δικῶν μέγεθος τῶν τότε ληχθεισῶν μεῖζον ἡγοῦμαι τεκμήριον ἡμῖν εἶναι ὡς ἐσυκοφαντεῖθʼ ὁ πατήρ, ἢ τούτοις ὡς πόλλʼ ἀπεστεροῦντο. ὀγδοήκοντα μὲν γὰρ τάλαντʼ ἔχων ἐξελέγχειν, οὐδὲ εἷς ἂν τρία λαβὼν ἀπηλλάγη· τοσούτων δὲ χρημάτων ἐπιτροπῆς φεύγων, οὐδεὶς ἔστιν ὅστις οὐκ ἂν ἔδωκεν τρία τάλαντα, τὸν κίνδυνον ὠνούμενος καὶ τὰ φύσει τότε τούτοις πλεονεκτήμαθʼ ὑπάρχοντα. καὶ γὰρ ὀρφανοὶ καὶ νέοι καὶ ὁποῖοί τινές εἰσιν ἀγνῶτες ἦσαν· ταῦτα δὲ πάντες φασὶν μεγάλων δικαίων ἰσχύειν πλέον παρʼ ὑμῖν.