For Phormio

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.

τοσαῦτα μὲν τοίνυν χρήματʼ εἰληφὼς καὶ χρέα πολλῶν ταλάντων ἔχων, ὧν τὰ μὲν παρʼ ἑκόντων, τὰ δʼ ἐκ τῶν δικῶν εἰσπράττει, ἃ τῆς μισθώσεως ἔξω τῆς τραπέζης καὶ τῆς ἄλλης οὐσίας, ἣν κατέλιπεν Πασίων, ὠφείλετʼ ἐκείνῳ καὶ νῦν παρειλήφασιν οὗτοι, καὶ τοσαῦτʼ ἀνηλωκὼς ὅσʼ ὑμεῖς ἠκούσατε, οὐδὲ πολλοστὸν μέρος τῶν προσόδων, μὴ ὅτι τῶν ἀρχαίων, εἰς τὰς λῃτουργίας, ὅμως ἀλαζονεύσεται καὶ τριηραρχίας ἐρεῖ καὶ χορηγίας.

ἐγὼ δʼ, ὡς μὲν οὐκ ἀληθῆ ταῦτʼ ἐρεῖ, ἐπέδειξα, οἶμαι μέντοι, κἂν εἰ ταῦτα πάντʼ ἀληθῆ λέγοι, κάλλιον εἶναι καὶ δικαιότερον τόνδʼ ἀπὸ τῶν αὑτοῦ λῃτουργεῖν ὑμῖν ἢ τούτῳ δόντας τὰ τούτου, μικρὰ τῶν πάντων αὐτοὺς μετασχόντας, τόνδε μὲν ἐν ταῖς ἐσχάταις ἐνδείαις ὁρᾶν, τοῦτον δʼ ὑβρίζοντα καὶ εἰς ἅπερ εἴωθεν ἀναλίσκοντα.

ἀλλὰ μὴν περί γε τῆς εὐπορίας, ὡς ἐκ τῶν τοῦ πατρὸς τοῦ σοῦ κέκτηται, καὶ ὧν ἐρωτήσειν ἔφησθα, πόθεν τὰ ὄντα κέκτηται Φορμίων, μόνῳ τῶν ὄντων ἀνθρώπων σοὶ τοῦτον οὐκ ἔνεστʼ εἰπεῖν τὸν λόγον. οὐδὲ γὰρ Πασίων ὁ σὸς πατὴρ ἐκτήσαθʼ εὑρὼν οὐδὲ τοῦ πατρὸς αὐτῷ παραδόντος, ἀλλὰ παρὰ τοῖς αὑτοῦ κυρίοις Ἀντισθένει καὶ Ἀρχεστράτῳ τραπεζιτεύουσι πεῖραν δοὺς ὅτι χρηστός ἐστι καὶ δίκαιος, ἐπιστεύθη.

ἔστι δʼ ἐν ἐμπορίῳ καὶ χρήμασιν ἐργαζομένοις ἀνθρώποις φιλεργὸν δόξαι καὶ χρηστὸν εἶναι τὸν αὐτὸν θαυμαστὸν ἡλίκον. οὔτʼ οὖν ἐκείνῳ τοῦθʼ οἱ κύριοι παρέδωκαν, ἀλλʼ αὐτὸς ἔφυ χρηστός, οὔτε τῷδʼ ὁ σὸς πατήρ· σὲ γὰρ ἂν πρότερον τοῦδε χρηστὸν ἐποίησεν, εἰ ἦν ἐπʼ ἐκείνῳ. εἰ δὲ τοῦτʼ ἀγνοεῖς, ὅτι πίστις ἀφορμὴ πασῶν ἐστι μεγίστη πρὸς χρηματισμόν, πᾶν ἂν ἀγνοήσειας. χωρὶς δὲ τούτων πολλὰ καὶ τῷ σῷ πατρὶ καὶ σοὶ καὶ ὅλως τοῖς ὑμετέροις πράγμασι Φορμίων γέγονε χρήσιμος. ἀλλʼ οἶμαι τῆς σῆς ἀπληστίας καὶ τοῦ σοῦ τρόπου τίς ἂν δύναιτʼ ἐφικέσθαι.

καὶ δῆτα θαυμάζω πῶς οὐ λογίζει πρὸς σεαυτόν, ὅτι ἔστιν Ἀρχεστράτῳ τῷ ποτὲ τὸν σὸν πατέρα κτησαμένῳ υἱὸς ἐνθάδε, Ἀντίμαχος, πράττων οὐ κατʼ ἀξίαν, ὃς οὐ δικάζεταί σοι, οὐδὲ δεινά φησι πάσχειν, εἰ σὺ μὲν χλανίδα φορεῖς, καὶ τὴν μὲν λέλυσαι, τὴν δʼ ἐκδέδωκας ἑταίραν, καὶ ταῦτα γυναῖκʼ ἔχων ποιεῖς, καὶ τρεῖς παῖδας ἀκολούθους περιάγει, καὶ ζῇς ἀσελγῶς ὥστε καὶ τοὺς ἀπαντῶντας αἰσθάνεσθαι, αὐτὸς δʼ ἐκεῖνος πολλῶν ἐνδεής ἐστιν.

οὐδὲ τὸν Φορμίωνʼ ἐκεῖνος οὐχ ὁρᾷ. καίτοι εἰ κατὰ τοῦτʼ οἴει σοι προσήκειν τῶν τούτου, ὅτι τοῦ πατρός ποτʼ ἐγένετο τοῦ σοῦ, ἐκείνῳ προσήκει μᾶλλον ἢ σοί· ὁ γὰρ αὖ σὸς πατὴρ ἐκείνων ἐγένετο, ὥστε καὶ σὺ καὶ οὗτος ἐκείνου γίγνεσθʼ ἐκ τούτου τοῦ λόγου. σὺ δʼ εἰς τοῦθʼ ἥκεις ἀγνωμοσύνης ὥσθʼ ἃ προσήκει σοι τοὺς λέγοντας ἐχθροὺς νομίζειν, ταῦτʼ αὐτὸς ποιεῖς ἀνάγκην εἶναι λέγειν.

καὶ ὑβρίζεις μὲν σαυτὸν καὶ τοὺς γονέας τεθνεῶτας, προπηλακίζεις δὲ τὴν πόλιν, καὶ ἃ τῆς τουτωνὶ φιλανθρωπίας ἀπολαύσας ηὕρεθʼ ὁ σὸς πατὴρ καὶ μετὰ ταῦτα Φορμίων οὑτοσί, ταῦτʼ ἀντὶ τοῦ κοσμεῖν καὶ περιστέλλειν, ἵνα καὶ τοῖς δοῦσιν ὡς εὐσχημονέστατʼ ἐφαίνετο καὶ τοῖς λαβοῦσιν ὑμῖν, ἄγεις εἰς μέσον, δεικνύεις, ἐλέγχεις, μόνον οὐκ ὀνειδίζεις οἷον ὄντα σʼ ἐποιήσαντʼ Ἀθηναῖον.

εἶτʼ εἰς τοῦθʼ ἥκεις μανίας (τί γὰρ ἂν ἄλλο τις εἴποι;) ὥστʼ οὐκ αἰσθάνει ὅτι καὶ νῦν ἡμεῖς μὲν ἀξιοῦντες, ἐπειδήπερ ἀπηλλάγη Φορμίων, μηδὲν ὑπόλογον εἶναι εἴ ποτε τοῦ σοῦ πατρὸς ἐγένετο, ὑπὲρ σοῦ λέγομεν, σὺ δὲ μηδέποτʼ ἐξ ἴσου σοι γενέσθαι τοῦτον ἀξιῶν κατὰ σαυτοῦ λέγεις· ἃ γὰρ ἂν σὺ δίκαια σαυτῷ κατὰ τούτου τάξῃς, ταὐτὰ ταῦθʼ ἥξει κατὰ σοῦ παρὰ τῶν τὸν σὸν πατέρʼ ἐξ ἀρχῆς κτησαμένων. ἀλλὰ μὴν ὅτι κἀκεῖνος ἦν τινῶν, εἶτʼ ἀπηλλάγη τὸν αὐτὸν τρόπον ὅνπερ οὗτος ἀφʼ ὑμῶν, λαβέ μοι ταυτασὶ τὰς μαρτυρίας, ὡς ἐγένετο Πασίων Ἀρχεστράτου.

ΜΑΡΤΥΡΙΑΙ.

εἶτα τὸν σῴσαντα μὲν ἐξ ἀρχῆς τὰ πράγματα καὶ πολλὰ χρήσιμον αὑτὸν παρασχόντα τῷ πατρὶ τῷ τούτου, τοσαῦτα δʼ αὐτὸν τοῦτον ἀγάθʼ εἰργασμένον, ὅσʼ ὑμεῖς ἀκηκόατε, τοῦτον οἴεται δεῖν ἑλὼν τηλικαύτην δίκην ἀδίκως ἐκβαλεῖν. οὐ γὰρ ἄλλο γʼ ἔχοις οὐδὲν ἂν ποιῆσαι. εἰς μὲν γὰρ τὰ ὄντʼ εἰ βλέπεις ἀκριβῶς, ταῦθʼ εὑρήσεις ὧν ἔστιν, ἐάν, ὃ μὴ γένοιτο, ἐξαπατηθῶσιν οὗτοι.

ὁρᾷ τὸν Ἀριστόλοκον τὸν Καπιδήμου· ποτʼ εἶχεν ἀργόν, εἶτά γε νῦν πολλοῖς γὰρ ἐκεῖνος ὀφείλων αὐτὸν ἐκτήσατο. καὶ τὸν Σωσίνομον καὶ τὸν Τιμόδημον καὶ τοὺς ἄλλους τραπεζίτας, οἵ, ἐπειδὴ διαλύειν ἐδέησεν οἷς ὤφειλον, ἐξέστησαν ἅπαντες τῶν ὄντων. σὺ δʼ οὐδὲν οἴει δεῖν σκοπεῖν οὐδʼ ὧν ὁ πατὴρ σοῦ πολλῷ βελτίων ὢν καὶ ἄμεινον φρονῶν πρὸς ἅπαντʼ ἐβουλεύσατο.

ὅς, ὦ Ζεῦ καὶ θεοί, τοσούτῳ τοῦτον ἡγεῖτο σοῦ πλείονος ἄξιον εἶναι καὶ σοὶ καὶ ἑαυτῷ καὶ τοῖς ὑμετέροις πράγμασιν ὥστʼ ἀνδρὸς ὄντος σοῦ τοῦτον, οὐ σὲ τῶν ἡμίσεων κατέλιπεν ἐπίτροπον καὶ τὴν γυναῖκʼ ἔδωκεν καὶ ζῶν αὐτὸν ἐτίμα, δικαίως, ὦ ἄνδρες Ἀθηναῖοι· οἱ μὲν γὰρ ἄλλοι τραπεζῖται μίσθωσιν οὐ φέροντες, ἀλλʼ αὐτοὶ ἑαυτοῖς ἐργαζόμενοι, πάντες ἀπώλοντο, οὗτος δὲ μίσθωσιν φέρων δύο τάλαντα καὶ τετταράκοντα μνᾶς ὑμῖν ἔσῳσε τὴν τράπεζαν.

ὧν ἐκεῖνος μὲν χάριν εἶχεν, σὺ δʼ οὐδένα ποιεῖ λόγον, ἀλλʼ ἐναντία τῇ διαθήκῃ καὶ ταῖς ἀπʼ ἐκείνης ἀραῖς, γραφείσαις ὑπὸ τοῦ σοῦ πατρός, ἐλαύνεις συκοφαντεῖς διώκεις. ὦ βέλτιστʼ, εἰ οἷόν τε σὲ τοῦτʼ εἰπεῖν, οὐ παύσει, καὶ γνώσει τοῦθʼ, ὅτι πολλῶν χρημάτων τὸ χρηστὸν εἶναι λυσιτελέστερόν ἐστιν; σοὶ γοῦν, εἴπερ ἀληθῆ λέγεις, χρήματα μὲν τοσαῦτʼ εἰληφότι πάντʼ ἀπόλωλεν, ὡς φής· εἰ δʼ ἦσθʼ ἐπιεικής, οὐκ ἄν ποτʼ αὔτʼ ἀνήλωσας.

ἀλλʼ ἔγωγε μὰ τὸν Δία καὶ θεοὺς πανταχῇ σκοπῶν οὐδὲν ὁρῶ, διʼ ὅ τι ἂν σοὶ πεισθέντες τουδὶ καταψηφίσαιντο. τί γάρ; ὅτι πλησίον ὄντων τῶν ἀδικημάτων ἐγκαλεῖς; ἀλλʼ ἔτεσι καὶ χρόνοις ὕστερον αἰτιᾷ. ἀλλʼ ὅτι τοῦτον ἀπράγμων ἦσθα τὸν χρόνον; καὶ τίς οὐκ οἶδεν ὅσα πράγματα πράττων οὐ πέπαυσαι, οὐ μόνον δίκας ἰδίας διώκων οὐκ ἐλάττους ταυτησί, ἀλλὰ δημοσίᾳ συκοφαντῶν καὶ κρίνων τίνας οὔ; οὐχὶ Τιμομάχου κατηγόρεις; οὐχὶ Καλλίππου τοῦ νῦν ὄντος ἐν Σικελίᾳ; οὐ πάλιν Μένωνος; οὐκ Αὐτοκλέους; οὐ Τιμοθέου; οὐκ ἄλλων πολλῶν.

καίτοι πῶς ἔχει λόγον σέ, Ἀπολλόδωρον ὄντα, πρότερον τῶν κοινῶν, ὧν μέρος ἠδικοῦ, δίκην ἀξιοῦν λαμβάνειν, ἢ τῶν ἰδίων ὧν νῦν ἐγκαλεῖς, ἄλλως τε καὶ τηλικούτων ὄντων, ὡς σὺ φής; τί ποτʼ οὖν ἐκείνων κατηγορῶν τόνδʼ εἴας; οὐκ ἠδικοῦ, ἀλλʼ οἶμαι συκοφαντεῖς νῦν. ἡγοῦμαι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντων μάλιστʼ εἰς τὸ πρᾶγμʼ εἶναι τούτων μάρτυρας παρασχέσθαι· τὸν γὰρ συκοφαντοῦντʼ ἀεὶ τί χρὴ νομίζειν νῦν ποιεῖν.

καὶ νὴ Δίʼ ἔγωγʼ, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω πάνθʼ ὅσα τοῦ τρόπου τοῦ Φορμίωνός ἐστι σημεῖα καὶ τῆς τούτου δικαιοσύνης καὶ φιλανθρωπίας, καὶ ταῦτʼ εἰς τὸ πρᾶγμʼ εἶναι πρὸς ὑμᾶς εἰπεῖν. ὁ μὲν γὰρ περὶ πάντʼ ἄδικος τάχʼ ἄν, εἰ τύχοι, καὶ τοῦτον ἠδίκει· ὁ δὲ μηδένα μηδὲν ἠδικηκώς, πολλοὺς δʼ εὖ πεποιηκὼς ἑκών, ἐκ τίνος εἰκότως ἂν τρόπου τοῦτον μόνον ἠδίκει τῶν πάντων; τούτων τοίνυν τῶν μαρτυριῶν ἀκούσαντες γνώσεσθε τὸν ἑκατέρου τρόπον.

ΜΑΡΤΥΡΙΑΙ.

ἴθι δὴ καὶ τὰς κατʼ Ἀπολλοδώρου τῆς πονηρίας.

ΜΑΡΤΥΡΙΑΙ.

ἆρʼ οὖν ὅμοιος οὑτοσί; σκοπεῖτε. λέγε.

ΜΑΡΤΥΡΙΑΙ.

ἀνάγνωθι δὴ καὶ ὅσα δημοσίᾳ χρήσιμος τῇ πόλει γέγονεν οὑτοσί.

ΜΑΡΤΥΡΙΑΙ.

τοσαῦτα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, Φορμίων χρήσιμος γεγονὼς καὶ τῇ πόλει καὶ πολλοῖς ὑμῶν, καὶ οὐδένʼ οὔτʼ ἰδίᾳ οὔτε δημοσίᾳ κακὸν οὐδὲν εἰργασμένος, οὐδʼ ἀδικῶν Ἀπολλόδωρον τουτονί, δεῖται καὶ ἱκετεύει καὶ ἀξιοῖ σωθῆναι, καὶ ἡμεῖς συνδεόμεθʼ οἱ ἐπιτήδειοι ταῦθʼ ὑμῶν. ἐκεῖνο δʼ ὑμᾶς ἀκοῦσαι δεῖ. τοσαῦτα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, χρήμαθʼ ὑμῖν ἀνεγνώσθη προσηυπορηκώς, ὅσʼ οὔθʼ οὗτος οὔτʼ ἄλλος οὐδεὶς κέκτηται. πίστις μέντοι Φορμίωνι παρὰ τοῖς εἰδόσι καὶ τοσούτων καὶ πολλῷ πλειόνων χρημάτων, διʼ ἧς καὶ αὐτὸς αὑτῷ καὶ ὑμῖν χρήσιμός ἐστιν.

ἃ μὴ προῆσθε, μηδʼ ἐπιτρέψητʼ ἀνατρέψαι τῷ μιαρῷ τούτῳ ἀνθρώπῳ, μηδὲ ποιήσητʼ αἰσχρὸν παράδειγμα, ὡς τὰ τῶν ἐργαζομένων καὶ μετρίως ἐθελόντων ζῆν τοῖς βδελυροῖς καὶ συκοφάνταις ὑπάρχει παρʼ ὑμῶν λαβεῖν· πολὺ γὰρ χρησιμώτερʼ ὑμῖν παρὰ τῷδʼ ὄνθʼ ὑπάρχει. ὁρᾶτε γὰρ αὐτοὶ καὶ ἀκούετε τῶν μαρτύρων, οἷον ἑαυτὸν τοῖς δεηθεῖσι παρέχει.

καὶ τούτων οὐδὲν εἵνεκα τοῦ λυσιτελοῦντος εἰς χρήματα πεποίηκεν, ἀλλὰ φιλανθρωπίᾳ καὶ τρόπου ἐπιεικείᾳ. οὔκουν ἄξιον, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν τοιοῦτον ἄνδρα προέσθαι τούτῳ, οὐδὲ τηνικαῦτʼ ἐλεεῖν ὅτʼ οὐδὲν ἔσται τούτῳ πλέον, ἀλλὰ νῦν ὅτε κύριοι καθέστατε σῷσαι· οὐ γὰρ ἔγωγʼ ὁρῶ καιρὸν ἐν τίνι ἂν μᾶλλον βοηθήσειέ τις αὐτῷ.

τὰ μὲν οὖν πόλλʼ ὧν Ἀπολλόδωρος ἐρεῖ, νομίζετʼ εἶναι λόγον καὶ συκοφαντίας, κελεύετε δʼ αὐτὸν ἐπιδεῖξαι, ἢ ὡς οὐ διέθετο ταῦθʼ ὁ πατήρ, ἢ ὡς ἔστιν τις ἄλλη μίσθωσις πλὴν ἧς ἡμεῖς δείκνυμεν, ἢ ὡς οὐκ ἀφῆκεν αὐτὸν διαλογισάμενος τῶν ἐγκλημάτων ἁπάντων, ἃ ἔγνω θʼ ὁ κηδεστὴς ὁ τούτου καὶ οὗτος αὐτὸς συνεχώρησεν, ἢ ὡς διδόασιν οἱ νόμοι δικάζεσθαι τῶν οὕτω πραχθέντων, ἢ τῶν τοιούτων τι δεικνύναι.