For Phormio
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
καίτοι εἰ ἠφάνιστο τὰ γράμματα, ἐκ ποίων γραμμάτων τὰς δίκας ἐλάγχανεν; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, τὴν μὲν νομὴν ἀκηκόαθʼ ἣν ἐνείματο, καὶ μεμαρτύρηται ὑμῖν· τῶν δὲ λήξεων τούτων ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας. λαβὲ τὰς μαρτυρίας μοι.
ΜΑΡΤΥΡΙΑΙ.
οὐκοῦν ἐν ταύταις ταῖς λήξεσιν ὡμολόγηκεν ἀπειληφέναι τὰ τοῦ πατρὸς γράμματα· οὐ γὰρ δὴ συκοφαντεῖν γε, οὐδʼ ὧν οὐκ ὤφειλον οὗτοι δικάζεσθαι φήσειεν ἄν.
νομίζω τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μεγάλων καὶ πολλῶν ὄντων ἐξ ὧν ἔστιν ἰδεῖν οὐκ ἀδικοῦντα Φορμίωνα τουτονί, μέγιστον ἁπάντων εἶναι, ὅτι Πασικλῆς, ἀδελφὸς ὢν Ἀπολλοδώρου τουτουί, οὔτε δίκην εἴληχεν οὔτʼ ἄλλʼ οὐδὲν ὧν οὗτος ἐγκαλεῖ. καίτοι οὐ δήπου τὸν μὲν παῖδʼ ὑπὸ τοῦ πατρὸς καταλειφθέντα, καὶ οὗ τῶν ὄντων κύριος ἦν, ἐπίτροπος καταλελειμμένος, οὐκ ἂν ἠδίκει, σὲ δέ, ὃς ἀνὴρ κατελείφθης τέτταρα καὶ εἴκοσιν ἔτη γεγονώς, καὶ ὑπὲρ σαυτοῦ ῥᾳδίως ἂν τὰ δίκαιʼ ἐλάμβανες εὐθύς, εἴ τι ἠδικοῦ. οὐκ ἔστι ταῦτα. ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω καὶ ὁ Πασικλῆς οὐδὲν ἐγκαλεῖ, λαβέ μοι τὴν τούτου μαρτυρίαν.
ΜΑΡΤΥΡΙΑ.
ἃ τοίνυν ἤδη περὶ αὐτοῦ τοῦ μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην δεῖ σκοπεῖν ὑμᾶς, ταῦτʼ ἀναμνήσθητʼ ἐκ τῶν εἰρημένων. ἡμεῖς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, γεγενημένου μὲν διαλογισμοῦ καὶ ἀφέσεως τῆς τραπέζης καὶ τοῦ ἀσπιδοπηγείου τῆς μισθώσεως, γεγενημένης δὲ διαίτης καὶ πάλιν πάντων ἀφέσεως, οὐκ ἐώντων τῶν νόμων δίκας ὧν ἂν ἀφῇ τις ἅπαξ λαγχάνειν,
συκοφαντοῦντος τούτου καὶ παρὰ τοὺς νόμους δικαζομένου παρεγραψάμεθʼ ἐκ τῶν νόμων μὴ εἶναι τὴν δίκην εἰσαγώγιμον. ἵνʼ οὖν εἰδῆθʼ ὑπὲρ οὗ τὴν ψῆφον οἴσετε, τόν τε νόμον ὑμῖν τοῦτον ἀναγνώσεται καὶ τὰς μαρτυρίας ἐφεξῆς τῶν παρόντων, ὅτʼ ἀφίει τῆς μισθώσεως καὶ τῶν ἄλλων ἁπάντων ἐγκλημάτων Ἀπολλόδωρος. λαβέ μοι τὰς μαρτυρίας ταυτασὶ καὶ τὸν νόμον.
ΜΑΡΤΥΡΙΑΙ. ΝΟΜΟΣ.
ἀκούετε τοῦ νόμου λέγοντος, ὦ ἄνδρες Ἀθηναῖοι, τά τʼ ἄλλʼ ὧν μὴ εἶναι δίκας, καὶ ὅσα τις ἀφῆκεν ἢ ἀπήλλαξεν. εἰκότως· εἰ γάρ ἐστι δίκαιον, ὧν ἂν ἅπαξ γένηται δίκη, μηκέτʼ ἐξεῖναι δικάζεσθαι, πολὺ τῶν ἀφεθέντων δικαιότερον μὴ εἶναι δίκας. ὁ μὲν γὰρ ἐν ὑμῖν ἡττηθεὶς τάχʼ ἂν εἴποι τοῦθʼ ὡς ἐξηπατήθηθʼ ὑμεῖς· ὁ δʼ αὑτοῦ φανερῶς καταγνοὺς καὶ ἀφεὶς καὶ ἀπαλλάξας, τίνʼ ἂν ἑαυτὸν αἰτίαν αἰτιασάμενος τῶν αὐτῶν πάλιν εἰκότως δικάζοιτο; οὐδεμίαν δήπου. διόπερ τοῦτο πρῶτον ἔγραψεν ὁ τὸν νόμον θεὶς ὧν μὴ εἶναι δίκας, ὅσα τις ἀφῆκεν ἢ ἀπήλλαξεν. ἃ τῷδε γέγονεν ἀμφότερα· καὶ γὰρ ἀφῆκεν καὶ ἀπήλλαξεν. ὡς δʼ ἀληθῆ λέγω, μεμαρτύρηται ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι.
λαβὲ δή μοι καὶ τὸν τῆς προθεσμίας νόμον.
ΝΟΜΟΣ.
ὁ μὲν τοίνυν νόμος, ὦ ἄνδρες Ἀθηναῖοι, σαφῶς οὑτωσὶ τὸν χρόνον ὥρισεν· Ἀπολλόδωρος δʼ οὑτοσὶ παρεληλυθότων ἐτῶν πλέον ἢ εἴκοσιν τὴν ἑαυτοῦ συκοφαντίαν ἀξιοῖ περὶ πλείονος ὑμᾶς ποιήσασθαι τῶν νόμων, καθʼ οὓς ὀμωμοκότες δικάζετε. καίτοι πᾶσι μὲν τοῖς νόμοις προσέχειν εἰκός ἐσθʼ ὑμᾶς, οὐχ ἥκιστα δὲ τούτῳ, ὦ ἄνδρες Ἀθηναῖοι.
δοκεῖ γάρ μοι καὶ ὁ Σόλων οὐδενὸς ἄλλου ἕνεκα θεῖναι αὐτὸν ἢ τοῦ μὴ συκοφαντεῖσθαι ὑμᾶς. τοῖς μὲν γὰρ ἀδικουμένοις τὰ πέντʼ ἔτη ἱκανὸν ἡγήσατʼ εἶναι εἰσπράξασθαι· κατὰ δὲ τῶν ψευδομένων τὸν χρόνον ἐνόμισεν σαφέστατον ἔλεγχον ἔσεσθαι. καὶ ἅμʼ ἐπειδὴ ἀδύνατον ἔγνω ὂν τούς τε συμβάλλοντας καὶ τοὺς μάρτυρας ἀεὶ ζῆν, τὸν νόμον ἀντὶ τούτων ἔθηκεν, ὅπως μάρτυς εἴη τοῦ δικαίου τοῖς ἐρήμοις.
θαυμάζω τοίνυν ἔγωγʼ, ὦ ἄνδρες δικασταί, τί ποτʼ ἐστὶν ἃ πρὸς ταῦτʼ ἐπιχειρήσει λέγειν Ἀπολλόδωρος οὑτοσί. οὐ γὰρ ἐκεῖνό γʼ ὑπείληφεν, ὡς ὑμεῖς, μηδὲν ὁρῶντες εἰς χρήματα τοῦτον ἠδικημένον, ὀργιεῖσθʼ ὅτι τὴν μητέρʼ ἔγημεν αὐτοῦ Φορμίων. οὐ γὰρ ἀγνοεῖ τοῦτο, οὐδʼ αὐτὸν λέληθεν, οὐδʼ ὑμῶν πολλούς, ὅτι Σωκράτης ὁ τραπεζίτης ἐκεῖνος, παρὰ τῶν κυρίων ἀπαλλαγεὶς ὥσπερ ὁ τούτου πατήρ, ἔδωκε Σατύρῳ τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτοῦ ποτὲ γενομένῳ.
ἕτερος Σωκλῆς τραπεζιτεύσας ἔδωκε τὴν ἑαυτοῦ γυναῖκα Τιμοδήμῳ τῷ νῦν ἔτʼ ὄντι καὶ ζῶντι, γενομένῳ ποθʼ αὑτοῦ. καὶ οὐ μόνον ἐνθάδε ταῦτα ποιοῦσιν οἱ περὶ τὰς ἐργασίας ὄντες ταύτας, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλʼ ἐν Αἰγίνῃ ἔδωκεν Στρυμόδωρος Ἑρμαίῳ τῷ ἑαυτοῦ οἰκέτῃ τὴν γυναῖκα, καὶ τελευτησάσης ἐκείνης ἔδωκε πάλιν τὴν θυγατέρα τὴν ἑαυτοῦ. καὶ πολλοὺς ἂν ἔχοι τις εἰπεῖν τοιούτους.
εἰκότως· ὑμῖν μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς γένει πολίταις, οὐδὲ ἓν πλῆθος χρημάτων ἀντὶ τοῦ γένους καλόν ἐστιν ἑλέσθαι· τοῖς δὲ τοῦτο μὲν δωρεὰν ἢ παρʼ ὑμῶν ἢ παρʼ ἄλλων τινῶν λαβοῦσιν, τῇ τύχῃ δʼ ἐξ ἀρχῆς ἀπὸ τοῦ χρηματίσασθαι καὶ ἑτέρων πλείω κτήσασθαι καὶ αὐτῶν τούτων ἀξιωθεῖσιν, ταῦτʼ ἐστὶν φυλακτέα. διόπερ Πασίων ὁ πατὴρ ὁ σὸς οὐ πρῶτος οὐδὲ μόνος, οὐδʼ αὑτὸν ὑβρίζων οὐδʼ ὑμᾶς τοὺς υἱεῖς, ἀλλὰ μόνην ὁρῶν σωτηρίαν τοῖς ἑαυτοῦ πράγμασιν, εἰ τοῦτον ἀνάγκῃ ποιήσειεν οἰκεῖον ὑμῖν, ἔδωκε τὴν ἑαυτοῦ γυναῖκα, μητέρα δʼ ὑμετέραν τούτῳ.
πρὸς μὲν οὖν τὰ συμφέροντʼ ἐὰν ἐξετάζῃς, καλῶς βεβουλευμένον αὐτὸν εὑρήσεις· εἰ δὲ πρὸς γένους δόξαν ἀναίνει Φορμίωνα κηδεστήν, ὅρα μὴ γελοῖον ᾖ σὲ ταῦτα λέγειν. εἰ γάρ τις ἔροιτό σε, ποῖόν τινʼ ἡγεῖ τὸν πατέρα τὸν σεαυτοῦ εἶναι, χρηστὸν εὖ οἶδʼ ὅτι φήσειας ἄν. πότερον οὖν οἴει μᾶλλον ἐοικέναι τὸν τρόπον καὶ πάντα τὸν βίον Πασίωνι σαυτὸν ἢ τουτονί; ἐγὼ μὲν εὖ οἶδʼ ὅτι τοῦτον. εἶθʼ ὅς ἐστιν ὁμοιότερος σοῦ τῷ σῷ πατρί, τοῦτον, εἰ τὴν μητέρα τὴν σὴν ἔγημεν, ἀναίνει.
ἀλλὰ μὴν ὅτι γε δόντος καὶ ἐπισκήψαντος τοῦ σοῦ πατρὸς ταῦτʼ ἐπράχθη, οὐ μόνον ἐκ τῆς διαθήκης ἔστιν ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ σὺ μάρτυς αὐτὸς γέγονας. ὅτε γὰρ τὰ μητρῷα πρὸς μέρος ἠξίους νέμεσθαι, ὄντων παίδων ἐκ τῆς γυναικὸς Φορμίωνι τουτῳί, τόθʼ ὡμολόγεις κυρίως δόντος τοῦ πατρὸς τοῦ σοῦ κατὰ τοὺς νόμους αὐτὴν γεγαμῆσθαι. εἰ γὰρ αὐτὴν εἶχε λαβὼν ἀδίκως ὅδε μηδενὸς δόντος, οὐκ ἦσαν οἱ παῖδες κληρονόμοι, τοῖς δὲ μὴ κληρονόμοις οὐκ ἦν μετουσία τῶν ὄντων. ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, μεμαρτύρηται τὸ τέταρτον μέρος λαβεῖν καὶ ἀφεῖναι τῶν ἐγκλημάτων ἁπάντων.
κατʼ οὐδὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιον οὐδὲν ἔχων εἰπεῖν, ἀναιδεστάτους λόγους ἐτόλμα λέγειν πρὸς τῷ διαιτητῇ, περὶ ὧν προακηκοέναι βέλτιόν ἐσθʼ ὑμᾶς, ἕνα μὲν τὸ παράπαν μὴ γενέσθαι διαθήκην, ἀλλʼ εἶναι τοῦτο πλάσμα καὶ σκευώρημʼ ὅλον, ἕτερον δʼ ἕνεκα τούτου πάντα ταῦτα συγχωρεῖν τὸν πρὸ τοῦ χρόνον καὶ οὐχὶ δικάζεσθαι, ὅτι μίσθωσιν ἤθελεν αὐτῷ φέρειν Φορμίων πολλὴν καὶ ὑπισχνεῖτʼ οἴσειν· ἐπειδὴ δʼ οὐ ποιεῖ ταῦτα, τηνικαῦτα, φησίν, δικάζομαι.
ὅτι δὲ ταῦτʼ ἀμφότερʼ, ἐὰν λέγῃ, ψεύσεται καὶ τοῖς ὑφʼ ἑαυτοῦ πεπραγμένοις ἐναντίʼ ἐρεῖ, σκοπεῖτʼ ἐκ τωνδί. ὅταν μὲν τοίνυν τὴν διαθήκην ἀρνῆται, ἐκ τίνος τρόπου πρεσβεῖα λαβὼν τὴν συνοικίαν κατὰ τὴν διαθήκην ἔχει, τοῦτʼ ἐρωτᾶτʼ αὐτόν. οὐ γὰρ ἐκεῖνό γʼ ἐρεῖ, ὡς ἃ μὲν πλεονεκτεῖν τόνδʼ ἔγραψεν ὁ πατήρ, κύριʼ ἐστὶν τῆς διαθήκης, τὰ δʼ ἄλλʼ ἄκυρα.
ὅταν δʼ ὑπὸ τῶν τοῦδʼ ὑποσχέσεων ὑπάγεσθαι φῇ, μέμνησθʼ ὅτι μάρτυρας ὑμῖν παρεσχήμεθα, οἳ χρόνον πολὺν τοῦδʼ ἀπηλλαγμένου μισθωταὶ τούτοις ἐγίγνοντο τῆς τραπέζης καὶ τοῦ ἀσπιδοπηγείου. καίτοι τόθʼ, ὁπηνίκʼ ἐμίσθωσεν ἐκείνοις, τῷδʼ ἐγκαλεῖν παραχρῆμʼ ἐχρῆν, εἴπερ ἀληθῆ ἦν ὑπὲρ ὧν τότʼ ἀφεὶς νῦν τούτῳ δικάζεται. ὡς τοίνυν ἀληθῆ λέγω, καὶ πρεσβεῖά τε τὴν συνοικίαν ἔλαβεν κατὰ τὴν διαθήκην, καὶ τῷδʼ οὐχ ὅπως ἐγκαλεῖν ᾤετο δεῖν, ἀλλʼ ἐπῄνει, λαβὲ τὴν μαρτυρίαν.
ΜΑΡΤΥΡΙΑ.
ἵνα τοίνυν εἰδῆτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσα χρήματʼ ἔχων ἐκ τῶν μισθώσεων καὶ ἐκ τῶν χρεῶν ὡς ἀπορῶν καὶ πάντʼ ἀπολωλεκὼς ὀδυρεῖται, βραχέʼ ἡμῶν ἀκούσατε. οὗτος γὰρ ἐκ μὲν τῶν χρεῶν ὁμοῦ τάλαντʼ εἴκοσιν εἰσπέπρακται ἐκ τῶν γραμμάτων ὧν ὁ πατὴρ κατέλιπεν, καὶ τούτων ἔχει πλέον ἢ τὰ ἡμίσεα (πολλῶν γὰρ τὰ μέρη τὸν ἀδελφὸν ἀποστερεῖ).
ἐκ δὲ τῶν μισθώσεων, ὀκτὼ μὲν ἐτῶν ἃ Φορμίων εἶχε τὴν τράπεζαν, ὀγδοήκοντα μνᾶς τοῦ ἐνιαυτοῦ ἑκάστου, τὸ ἥμισυ τῆς ὅλης μισθώσεως· καὶ ταῦτʼ ἐστὶ δέκα τάλαντα καὶ τετταράκοντα μναῖ· δέκα δὲ τῶν μετὰ ταῦτα, ὧν ἐμίσθωσαν ὕστερον Ξένωνι καὶ Εὐφραίῳ καὶ Εὔφρονι καὶ Καλλιστράτῳ, τάλαντον τοῦ ἐνιαυτοῦ ἑκάστου.
χωρὶς δὲ τούτων, ἐτῶν ἴσως εἴκοσι τῆς ἐξ ἀρχῆς νεμηθείσης οὐσίας, ἧς αὐτὸς ἐπεμελεῖτο, τὰς προσόδους, πλέον ἢ μνᾶς τριάκοντα. ἐὰν δʼ ἅπαντα συνθῆτε, ὅσʼ ἐνείματο, ὅσʼ εἰσεπράξατο, ὅσʼ εἴληφε μίσθωσιν, πλέον ἢ τετταράκοντα τάλαντʼ εἰληφὼς φανήσεται, χωρὶς ὧν οὗτος εὖ πεποίηκεν, καὶ τῶν μητρῴων, καὶ ὧν ἀπὸ τῆς τραπέζης ἔχων οὐκ ἀποδίδωσι πένθʼ ἡμιταλάντων καὶ ἑξακοσίων δραχμῶν.
ἀλλὰ νὴ Δία ταῦθʼ ἡ πόλις εἴληφεν, καὶ δεινὰ πέπονθας πολλὰ καταλελῃτουργηκώς. ἀλλʼ ἃ μὲν ἐκ κοινῶν ἐλῃτούργεις τῶν χρημάτων, σὺ καὶ ἁδελφὸς ἀνηλώσατε· ἃ δʼ ὕστερον, οὐκ ἔστιν ἄξια μὴ ὅτι δυοῖν ταλάντοιν προσόδου, ἀλλʼ οὐδʼ εἴκοσι μνῶν. μηδὲν οὖν τὴν πόλιν αἰτιῶ, μηδʼ ἃ σὺ τῶν ὄντων αἰσχρῶς καὶ κακῶς ἀνήλωκας, ὡς ἡ πόλις εἴληφεν, λέγε.
ἵνα δʼ εἰδῆτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τό τε πλῆθος τῶν χρημάτων ὧν εἴληφε, καὶ τὰς λῃτουργίας ἃς λελῃτούργηκεν, ἀναγνώσεται ὑμῖν καθʼ ἓν ἕκαστον. λαβέ μοι τὸ βιβλίον τουτὶ καὶ τὴν πρόκλησιν ταυτηνὶ καὶ τὰς μαρτυρίας ταυτασί.
ΒΙΒΛΙΟΝ. ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑΙ.