Against Lacritus
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
γέγραπται μὲν ταῦτα οὑτωσὶ ἀκριβῶς ἐν τῇ συγγραφῇ· οὗτοι δέ, ὦ ἄνδρες δικασταί, ἐνταῦθα καὶ ἐπεδείξαντο μάλιστα τὴν ὕβριν καὶ τὴν ἀναίδειαν τὴν ἑαυτῶν, καὶ ὅτι οὐδὲ μικρὸν προσεῖχον τοῖς γράμμασι τοῖς γεγραμμένοις ἐν τῇ συγγραφῇ, ἀλλʼ ἡγοῦντο εἶναι τὴν συγγραφὴν ἄλλως ὕθλον καὶ φλυαρίαν. οὔτε γὰρ ἀντηγόρασαν οὐδὲν ἐν τῷ Πόντῳ οὔτε ἀντεφορτίσαντο ὥστε ἄγειν Ἀθήναζε· ἡμεῖς τε οἱ δανείσαντες τὰ χρήματα ἡκόντων αὐτῶν τούτων ἐκ τοῦ Πόντου οὐκ εἴχομεν ὅτου ἐπιλαβοίμεθα οὐδʼ ὅτου κρατοῖμεν, ἕως κομισαίμεθα τὰ ἡμέτερʼ αὐτῶν· οὐδʼ ὁτιοῦν γὰρ εἰσήγαγον εἰς τὸν λιμένα τὸν ὑμέτερον οὗτοι.
ἀλλὰ πεπόνθαμεν καινότατον, ὦ ἄνδρες δικασταί· ἐν γὰρ τῇ πόλει τῇ ἡμετέρᾳ αὐτῶν, οὐδὲν ἀδικοῦντες οὐδὲ δίκην οὐδεμίαν ὠφληκότες τούτοις, σεσυλήμεθα τὰ ἡμέτερʼ αὐτῶν ὑπὸ τούτων Φασηλιτῶν ὄντων, ὥσπερ δεδομένων συλῶν Φασηλίταις κατʼ Ἀθηναίων. ἐπειδὰν γὰρ μὴ ἐθέλωσιν ἀποδοῦναι ἃ ἔλαβον, τί ἄν τις ἄλλο ὄνομα ἔχοι θέσθαι τοῖς τοιούτοις ἢ ὅτι ἀφαιροῦνται βίᾳ τὰ ἀλλότρια; ἐγὼ μὲν οὐδὲ ἀκήκοα πώποτε πρᾶγμα μιαρώτερον ἢ ὃ οὗτοι διαπεπραγμένοι εἰσὶ περὶ ἡμᾶς, καὶ ταῦτα ὁμολογοῦντες λαβεῖν παρʼ ἡμῶν τὰ χρήματα.
ὅσα μὲν γὰρ ἀμφισβητήσιμά ἐστι τῶν συμβολαίων, κρίσεως δεῖται, ὦ ἄνδρες δικασταί· τὰ δὲ παρʼ ἀμφοτέρων ὁμολογηθέντα τῶν συντιθεμένων, καὶ περὶ ὧν συγγραφαὶ κεῖνται ναυτικαί, τέλος ἔχειν ἅπαντες νομίζουσιν, καὶ χρῆσθαι προσήκει τοῖς γεγραμμένοις. ὅτι δὲ κατὰ τὴν συγγραφὴν οὐδʼ ὁτιοῦν πεποιήκασιν, ἀλλʼ εὐθὺς ἀπʼ ἀρχῆς ἀρξάμενοι ἐκακοτέχνουν καὶ ἐπεβούλευον μηδὲν ὑγιὲς ποιεῖν, ὑπό τε τῶν μαρτυριῶν καὶ αὐτοὶ ὑφʼ ἑαυτῶν ἐλέγχονται οὑτωσὶ καταφανῶς.
ὃ δὲ πάντων δεινότατον διεπράξατο Λάκριτος οὑτοσί, δεῖ ὑμᾶς ἀκοῦσαι· οὗτος γὰρ ἦν ὁ πάντα ταῦτα διοικῶν. ἐπειδὴ γὰρ ἀφίκοντο δεῦρο, εἰς μὲν τὸ ὑμέτερον ἐμπόριον οὐ καταπλέουσιν, εἰς φωρῶν δὲ λιμένα ὁρμίζονται, ὅς ἐστιν ἔξω τῶν σημείων τοῦ ὑμετέρου ἐμπορίου, καὶ ἔστιν ὅμοιον εἰς φωρῶν λιμένα ὁρμίσασθαι, ὥσπερ ἂν εἴ τις εἰς Αἴγιναν ἢ εἰς Μέγαρα ὁρμίσαιτο· ἔξεστι γὰρ ἀποπλεῖν ἐκ τοῦ λιμένος τούτου ὅποι ἄν τις βούληται καὶ ὁπηνίκʼ ἂν δοκῇ αὐτῷ.
καὶ τὸ μὲν πλοῖον ὥρμει ἐνταῦθα πλείους ἢ πέντε καὶ εἴκοσιν ἡμέρας, οὗτοι δὲ περιεπάτουν ἐν τῷ δείγματι τῷ ἡμετέρῳ, καὶ ἡμεῖς προσιόντες διελεγόμεθα, καὶ ἐκελεύομεν τούτους ἐπιμελεῖσθαι ὅπως ἂν ὡς τάχιστα ἀπολάβωμεν τὰ χρήματα. οὗτοι δὲ ὡμολόγουν τε καὶ ἔλεγον ὅτι αὐτὰ ταῦτα περαίνοιεν. καὶ ἡμεῖς τούτοις προσῇμεν, καὶ ἅμα ἐπεσκοποῦμεν εἴ τι ἐξαιροῦνταί ποθεν ἐκ πλοίου ἢ πεντηκοστεύονται.
ἐπειδὴ δὲ ἡμέραι τε ἦσαν συχναὶ ἐπιδημοῦσι τούτοις, ἡμεῖς τε οὐδʼ ὁτιοῦν εὑρίσκομεν οὔτʼ ἐξῃρημένον οὔτε πεπεντηκοστευμένον ἐπὶ τῷ ὀνόματι τῷ τούτων, ἐνταῦθα ἤδη μᾶλλον προσεκείμεθα ἀπαιτοῦντες. καὶ ἐπειδὴ ἠνωχλοῦμεν αὐτοῖς, ἀποκρίνεται Λάκριτος οὑτοσί, ἁδελφὸς ὁ Ἀρτέμωνος, ὅτι οὐκ ἂν οἷοί τʼ εἴησαν ἀποδοῦναι, ἀλλʼ ἀπόλωλεν ἅπαντα τὰ χρήματα· καὶ ἔφη Λάκριτος δίκαιόν τι ἔχειν λέγειν περὶ τούτων.
καὶ ἡμεῖς, ὦ ἄνδρες δικασταί, ἠγανακτοῦμεν ἐπὶ τοῖς λεγομένοις, πλέον δὲ οὐδὲν ἦν ἀγανακτοῦσιν ἡμῖν· τούτοις γὰρ οὐδʼ ὁτιοῦν ἔμελεν. οὐδὲν δʼ ἧττον ἠρωτῶμεν αὐτούς, ὅντινα τρόπον ἀπολωλότα εἴη τὰ χρήματα. Λάκριτος δὲ οὑτοσὶ ναυαγῆσαι ἔφη τὸ πλοῖον παραπλέον ἐκ Παντικαπαίου εἰς Θεοδοσίαν, ναυαγήσαντος δὲ τοῦ πλοίου ἀπολωλέναι τὰ χρήματα τοῖς ἀδελφοῖς τοῖς ἑαυτοῦ, ἃ ἔτυχεν ἐν τῷ πλοίῳ ἐνόντα· ἐνεῖναι δὲ τάριχός τε καὶ οἶνον Κῷον καὶ ἄλλʼ ἄττα, καὶ ταῦτα ἔφασαν πάντα ἀντιφορτισθέντα μέλλειν ἀπάγειν Ἀθήναζε, εἰ μὴ ἀπώλετο ἐν τῷ πλοίῳ.
καὶ ἃ μὲν ἔλεγεν, ταῦτʼ ἦν· ἄξιον δὲ ἀκοῦσαι τὴν βδελυρίαν τῶν ἀνθρώπων τούτων καὶ τὴν ψευδολογίαν. πρός τε γὰρ τὸ πλοῖον τὸ ναυαγῆσαν οὐδὲν ἦν αὐτοῖς συμβόλαιον, ἀλλʼ ἦν ἕτερος ὁ δεδανεικὼς Ἀθήνηθεν ἐπὶ τῷ ναύλῳ τῷ εἰς τὸν Πόντον καὶ ἐπʼ αὐτῷ τῷ πλοίῳ (Ἀντίπατρος ὄνομα ἦν τῷ δεδανεικότι, Κιτιεὺς τὸ γένος)· τό τε οἰνάριον τὸ Κῷον ὀγδοήκοντα στάμνοι ἐξεστηκότος οἴνου, καὶ τὸ τάριχος ἀνθρώπῳ τινὶ γεωργῷ παρεκομίζετο ἐν τῷ πλοίῳ ἐκ Παντικαπαίου εἰς Θεοδοσίαν τοῖς ἐργάταις τοῖς περὶ τὴν γεωργίαν χρῆσθαι. τί οὖν ταύτας τὰς προφάσεις λέγουσιν; οὐδὲν γὰρ προσήκει.