Against Lacritus

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.

ἐπειδὴ δὲ τάχιστα ἐγκρατεῖς ἐγένοντο τοῦ ἀργυρίου, τοῦτο μὲν διενείμαντο καὶ ἐχρῶντο ὅ τι ἐδόκει τούτοις, κατὰ δὲ τὴν συγγραφὴν τὴν ναυτικήν, καθʼ ἣν ἔλαβον τὰ χρήματα, οὔτε μέγα οὔτε μικρὸν ἔπραττον, ὡς αὐτὸ τὸ ἔργον ἐδήλωσεν. οὑτοσὶ δὲ Λάκριτος ἁπάντων ἦν τούτων ὁ ἐξηγητής. καθʼ ἕκαστον δὲ τῶν γεγραμμένων ἐν τῇ συγγραφῇ ἐπιδείξω τούτους οὐδʼ ὁτιοῦν πεποιηκότας ὑγιές.

πρῶτον μὲν γὰρ γέγραπται ὅτι ἐπʼ οἴνου κεραμίοις τρισχιλίοις ἐδανείζοντο παρʼ ἡμῶν τὰς τριάκοντα μνᾶς, ὡς ὑπαρχούσης αὐτοῖς ὑποθήκης ἑτέρων τριάκοντα μνῶν, ὥστε εἰς τάλαντον ἀργυρίου τὴν τιμὴν εἶναι τοῦ οἴνου καθισταμένην, σὺν τοῖς ἀναλώμασιν, ὅσα ἔδει ἀναλίσκεσθαι εἰς τὴν κατασκευὴν τὴν περὶ τὸν οἶνον· τὰ δὲ τρισχίλια κεράμια ἄγεσθαι ταῦτα εἰς τὸν Πόντον ἐν τῇ εἰκοσόρῳ ἣν Ὑβλήσιος ἐναυκλήρει.

γέγραπται μὲν ταῦτα ἐν τῇ συγγραφῇ, ὦ ἄνδρες δικασταί, ἧς ὑμεῖς ἀκηκόατε· οὗτοι δὲ ἀντὶ τῶν τρισχιλίων κεραμίων οὐδὲ πεντακόσια κεράμια εἰς τὸ πλοῖον ἐνέθεντο, ἀλλʼ ἀντὶ τοῦ ἠγοράσθαι αὐτοῖς τὸν οἶνον, ὅσον προσῆκεν, τοῖς χρήμασιν ἐχρῶντο ὅ τι ἐδόκει τούτοις, τὰ δὲ κεράμια τὰ τρισχίλια οὐδʼ ἐμέλλησαν οὐδὲ διενοήθησαν ἐνθέσθαι εἰς τὸ πλοῖον κατὰ τὴν συγγραφήν. ὅτι δʼ ἀληθῆ ταῦτα λέγω, λαβὲ τὴν μαρτυρίαν τῶν συμπλεόντων ἐν τῷ αὐτῷ πλοίῳ τούτοις.

ΜΑΡΤΥΡΙΑ.

Ἐρασικλῆς μαρτυρεῖ κυβερνᾶν τὴν ναῦν ἣν Ὑβλήσιος ἐναυκλήρει, καὶ εἰδέναι Ἀπολλόδωρον ἀγόμενον ἐν τῷ πλοίῳ οἴνου Μενδαίου κεράμια τετρακόσια πεντήκοντα, καὶ οὐ πλείω· ἄλλο δὲ μηδὲν ἀγώγιμον ἄγεσθαι ἐν τῷ πλοίῳ Ἀπολλόδωρον εἰς τὸν Πόντον.

Ἱππίας Ἀθηνίππου Ἁλικαρνασσεὺς μαρτυρεῖ συμπλεῖν ἐν τῇ Ὑβλησίου νηὶ διοπεύων τὴν ναῦν, καὶ εἰδέναι Ἀπολλόδωρον τὸν Φασηλίτην ἀγόμενον ἐν τῷ πλοίῳ ἐκ Μένδης εἰς τὸν Πόντον οἴνου Μενδαίου κεράμια τετρακόσια πεντήκοντα, ἄλλο δὲ μηδὲν φορτίον.

πρὸς τούσδʼ ἐξεμαρτύρησεν· Ἀρχιάδης Μνησωνίδου Ἀχαρνεύς, Σώστρατος Φιλίππου Ἑστιαιόθεν, Εὐμάριχος Εὐβοίου Ἑστιαιόθεν, Φιλτάδης Κτησίου Ξυπεταιών, Διονύσιος Δημοκρατίδου Χολλῄδης.

περὶ μὲν οὖν τοῦ πλήθους τοῦ οἴνου, ὅσον ἔδει αὐτοὺς ἐνθέσθαι εἰς τὸ πλοῖον, ταῦτα διεπράξαντο, καὶ ἤρξαντο εὐθὺς ἐντεῦθεν ἀπὸ τοῦ πρώτου γεγραμμένου παραβαίνειν καὶ μὴ ποιεῖν τὰ γεγραμμένα. μετὰ δὲ ταῦτʼ ἔστιν ἐν τῇ συγγραφῇ ὅτι ὑποτιθέασιν ταῦτα ἐλεύθερα καὶ οὐδενὶ οὐδὲν ὀφείλοντες, καὶ ὅτι οὐδʼ ἐπιδανείσονται ἐπὶ τούτοις παρʼ οὐδενός. ταῦτα διαρρήδην γέγραπται, ὦ ἄνδρες δικασταί.

οὗτοι δὲ τί ἐποίησαν; ἀμελήσαντες τῶν γεγραμμένων ἐν τῇ συγγραφῇ δανείζονται παρά τινος νεανίσκου, ἐξαπατήσαντες ὡς οὐδενὶ οὐδὲν ὀφείλοντες· καὶ ἡμᾶς τε παρεκρούσαντο καὶ ἔλαθον δανεισάμενοι ἐπὶ τοῖς ἡμετέροις, ἐκεῖνόν τε τὸν νεανίσκον τὸν δανείσαντα ἐξηπάτησαν ὡς ἐπʼ ἐλευθέροις τοῖς χρήμασιν δανειζόμενοι· τοιαῦτα τούτων ἐστὶν τὰ κακουργήματα. ταῦτα δὲ πάντʼ ἐστὶν τὰ σοφίσματα Λακρίτου τουτουί. ὅτι δὲ ἀληθῆ λέγω καὶ ἐπεδανείσαντο χρήματα παρὰ τὴν συγγραφήν, μαρτυρίαν ἀναγνώσεται ὑμῖν αὐτοῦ τοῦ ἐπιδανείσαντος.

λέγε τὴν μαρτυρίαν.

ΜΑΡΤΥΡΙΑ.

Ἄρατος Ἁλικαρνασσεὺς μαρτυρεῖ δανεῖσαι Ἀπολλοδώρῳ ἕνδεκα μνᾶς ἀργυρίου ἐπὶ τῇ ἐμπορίᾳ, ἣν ἦγεν ἐν τῇ Ὑβλησίου νηὶ εἰς τὸν Πόντον, καὶ τοῖς ἐκεῖθεν ἀνταγορασθεῖσι, καὶ μὴ εἰδέναι αὐτὸν δεδανεισμένον παρὰ Ἀνδροκλέους ἀργύριον· οὐ γὰρ ἂν δανεῖσαι αὐτὸς Ἀπολλοδώρῳ τὸ ἀργύριον.

αἱ μὲν πανουργίαι τοιαῦται τῶν ἀνθρώπων τούτων εἰσίν. γέγραπται δὲ μετὰ ταῦτα ἐν τῇ συγγραφῇ, ὦ ἄνδρες δικασταί, ἐπειδὰν ἀποδῶνται ἐν τῷ Πόντῳ ἃ ἦγον, πάλιν ἀνταγοράζειν χρήματα καὶ ἀντιφορτίζεσθαι καὶ ἀπάγειν Ἀθήναζε τὰ ἀντιφορτισθέντα, καὶ ἐπειδὰν ἀφίκωνται Ἀθήναζε, ἀποδοῦναι εἴκοσιν ἡμερῶν τὸ ἀργύριον ἡμῖν δόκιμον· ἕως δʼ ἂν ἀποδῶσιν, κρατεῖν τῶν χρημάτων ἡμᾶς, καὶ ἀνέπαφα ταῦτα παρέχειν τούτους, ἕως ἂν ἀπολάβωμεν.