Against Phormio

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.

σκέψασθε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅ τι ὁμολογεῖται παρʼ αὐτῶν τούτων καὶ τί ἀντιλέγεται· οὕτω γὰρ ἂν ἄριστα ἐξετάσαιτε. οὐκοῦν δανείσασθαι μὲν τὰ χρήματα ὁμολογοῦσι καὶ συνθήκας ποιήσασθαι τοῦ δανείσματος, φασὶν δʼ ἀποδεδωκέναι τὸ χρυσίον Λάμπιδι τῷ Δίωνος οἰκέτῃ ἐν Βοσπόρῳ. ἡμεῖς τοίνυν οὐ μόνον τοῦτο δείξομεν, ὡς οὐκ ἀπέδωκεν, ἀλλʼ ὡς οὐδʼ ἐνῆν αὐτῷ ἀποδοῦναι. ἀναγκαῖον δʼ ἐστὶν βραχέα τῶν ἐξ ἀρχῆς διηγήσασθαι ὑμῖν.

ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐδάνεισα Φορμίωνι τουτῳὶ εἴκοσι μνᾶς ἀμφοτερόπλουν εἰς τὸν Πόντον ἐπὶ ἑτέρᾳ ὑποθήκῃ, καὶ συγγραφὴν ἐθέμην παρὰ Κίττῳ τῷ τραπεζίτῃ. κελευούσης δὲ τῆς συγγραφῆς ἐνθέσθαι εἰς τὴν ναῦν τετρακισχιλίων φορτία ἄξια, πρᾶγμα ποιεῖ πάντων δεινότατον· εὐθὺς γὰρ ἐν τῷ Πειραιεῖ ἐπιδανείζεται λάθρᾳ ἡμῶν παρὰ μὲν Θεοδώρου τοῦ Φοίνικος τετρακισχιλίας πεντακοσίας δραχμάς, παρὰ δὲ τοῦ ναυκλήρου Λάμπιδος χιλίας δραχμάς.

δέον δʼ αὐτὸν καταγοράσαι φορτία Ἀθήνηθεν μνῶν ἑκατὸν δέκα πέντε, εἰ ἔμελλεν τοῖς δανεισταῖς πᾶσι ποιήσειν τὰ ἐν ταῖς συγγραφαῖς γεγραμμένα, οὐ κατηγόρασεν ἀλλʼ ἢ πεντακισχιλίων καὶ πεντακοσίων δραχμῶν, σὺν τῷ ἐπισιτισμῷ· ὀφείλει δὲ ἑβδομήκοντα μνᾶς καὶ πέντε. ἀρχὴ μὲν οὖν αὕτη ἐγένετο τοῦ ἀδικήματος, ὦ ἄνδρες Ἀθηναῖοι· οὔτε γὰρ τὴν ὑποθήκην παρέσχεν οὔτε τὰ χρήματʼ ἐνέθετʼ εἰς τὴν ναῦν, κελευούσης τῆς συγγραφῆς ἐπάναγκες ἐντίθεσθαι. καί μοι λαβὲ τὴν συγγραφήν.

ΣΥΓΓΡΑΦΗ.

λαβὲ δὴ καὶ τὴν τῶν πεντηκοστολόγων ἀπογραφὴν καὶ τὰς μαρτυρίας.

ΑΠΟΓΡΑΦΗ. ΜΑΡΤΥΡΙΑΙ.

ἐλθὼν τοίνυν εἰς τὸν Βόσπορον, ἔχων ἐπιστολὰς παρʼ ἐμοῦ, ἃς ἔδωκʼ αὐτῷ ἀπενεγκεῖν τῷ παιδὶ τῷ ἐμῷ παραχειμάζοντι ἐκεῖ καὶ κοινωνῷ τινί, γράψας ἐν τῇ ἐπιστολῇ τό τε ἀργύριον ὃ ἐδεδανείκειν καὶ τὴν ὑποθήκην, καὶ προστάξας, ἐπειδὰν τάχιστα ἐξαιρεθῇ τὰ χρήματα, ἐξετάζειν καὶ παρακολουθεῖν, τὰς μὲν ἐπιστολὰς οὐκ ἀποδίδωσιν οὗτος ἃς ἔλαβεν παρʼ ἐμοῦ, ἵνα μηδὲν εἰδείησαν ὧν ἔπραττεν οὗτος, καταλαβὼν δʼ ἐν τῷ Βοσπόρῳ μοχθηρὰ τὰ πράγματα διὰ τὸν συμβάντα πόλεμον τῷ Παιρισάδῃ πρὸς τὸν Σκύθην καὶ τῶν φορτίων ὧν ἦγεν πολλὴν ἀπρασίαν, ἐν πάσῃ ἀπορίᾳ ἦν· καὶ γὰρ οἱ δανεισταὶ εἴχοντο αὐτοῦ οἱ τὰ ἑτερόπλοα δανείσαντες.