Against Phormio
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
δίκαια ὑμῶν δεησόμεθα, ὦ ἄνδρες δικασταί, ἀκοῦσαι ἡμῶν μετʼ εὐνοίας ἐν τῷ μέρει λεγόντων, γνόντας ὅτι ἰδιῶται παντελῶς ἐσμέν, καὶ πολὺν χρόνον εἰς τὸ ὑμέτερον ἐμπόριον εἰσαφικνούμενοι καὶ συμβόλαια πολλοῖς συμβάλλοντες οὐδεμίαν πώποτε δίκην πρὸς ὑμᾶς εἰσήλθομεν, οὔτʼ ἐγκαλοῦντες οὔτʼ ἐγκαλούμενοι ὑφʼ ἑτέρων.
οὐδʼ ἂν νῦν, ἀκριβῶς ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ ὑπελαμβάνομεν ἀπολωλέναι τὰ χρήματα ἐπὶ τῆς νεὼς τῆς διαφθαρείσης, ἃ ἐδανείσαμεν Φορμίωνι, οὐκ ἄν ποτʼ ἐλάχομεν τὴν δίκην αὐτῷ· οὐχ οὕτως ἡμεῖς ἀναίσχυντοί ἐσμεν οὐδʼ ἄπειροι τοῦ ζημιοῦσθαι. πολλῶν δʼ ἡμᾶς κακιζόντων, καὶ μάλιστα τῶν ἐν Βοσπόρῳ ἐπιδημησάντων ἅμα Φορμίωνι, οἵπερ τοῦτον ᾔδεσαν οὐ συναπολέσαντα τὰ χρήματα ἐν τῇ νηί, δεινὸν ἡγούμεθα εἶναι τὸ μὴ βοηθῆσαι ἡμῖν αὐτοῖς ἀδικουμένοις ὑπὸ τούτου.
περὶ μὲν οὖν τῆς παραγραφῆς βραχύς ἐστιν ὁ λόγος· καὶ γὰρ οὗτοι οὐ τὸ παράπαν συμβόλαιον ἐξαρνοῦνται μὴ γενέσθαι ἐν τῷ ἐμπορίῳ τῷ ὑμετέρῳ, ἀλλʼ οὐκέτι εἶναί φασι πρὸς αὑτοὺς οὐδὲν συμβόλαιον· πεποιηκέναι γὰρ οὐδὲν ἔξω τῶν ἐν τῇ συγγραφῇ γεγραμμένων.
οἱ μὲν οὖν νόμοι, καθʼ οὓς ὑμεῖς δικασταὶ κάθησθε, οὐχ οὕτως λέγουσιν, ἀλλʼ ὑπὲρ μὲν τῶν μὴ γενομένων ὅλως συμβολαίων Ἀθήνησι μηδʼ εἰς τὸ Ἀθηναίων ἐμπόριον παραγράφεσθαι δεδώκασιν, ἐὰν δέ τις γενέσθαι μὲν ὁμολογῇ, ἀμφισβητῇ δὲ ὡς πάντα πεποίηκεν τὰ συγκείμενα, ἀπολογεῖσθαι κελεύουσιν εὐθυδικίαν εἰσιόντα, οὐ κατηγορεῖν τοῦ διώκοντος. οὐ μὴν ἀλλʼ ἔγωγε ἐλπίζω καὶ ἐξ αὐτοῦ τοῦ πράγματος δείξειν εἰσαγώγιμον τὴν δίκην οὖσαν.