Against Aphobus I
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
εἰ μὲν γὰρ ὁ πατὴρ ἠπίστει τούτοις, δῆλον ὅτι οὔτʼ ἂν τἄλλʼ ἐπέτρεπεν οὔτʼ ἂν ταῦθʼ οὕτω καταλείπων αὐτοῖς ἔφραζε· μανία γὰρ δεινὴ τὰ κεκρυμμένʼ εἰπεῖν, μηδὲ τῶν φανερῶν μέλλοντʼ ἐπιτρόπους καταστήσειν. εἰ δʼ ἐπίστευεν, οὐκ ἂν δήπου τὰ μὲν πλεῖστʼ αὐτοῖς τῶν χρημάτων ἐνεχείρισεν, τῶν δʼ οὐκ ἂν κυρίους ἐποίησεν. οὐδʼ ἂν τῇ μὲν μητρί μου ταῦτα φυλάττειν ἔδωκεν, αὐτὴν δʼ ἐκείνην ἑνὶ τῶν ἐπιτρόπων τούτῳ γυναῖκʼ ἔδωκεν· οὐ γὰρ ἔχει λόγον, σῴζειν μὲν τὰ χρήματα διὰ τῆς ἐμῆς μητρὸς ζητεῖν, ἕνα δὲ τῶν ἀπιστουμένων καὶ αὐτῆς καὶ τῶν χρημάτων κύριον ποιεῖν.
ἔτι δέ, τούτων εἴ τι ἦν ἀληθές, οἴεσθʼ οὐκ ἂν αὐτὴν λαβεῖν δοθεῖσαν ὑπὸ τοῦ πατρός; ὃς τὴν μὲν προῖκʼ αὐτῆς ἤδη, τὰς ὀγδοήκοντα μνᾶς, ἔχων ὡς συνοικήσων αὐτῇ, τὴν Φιλωνίδου τοῦ Μελιτέως θυγατέρʼ ἔγημεν· τεττάρων δὲ ταλάντων ἔνδον ὄντων, καὶ ταῦτʼ ἐκείνης ἐχούσης, ὡς οὗτός φησιν, οὐκ ἂν ἡγεῖσθʼ αὐτὸν κἂν ἐπιδραμεῖν, ὥστε γενέσθαι μετʼ ἐκείνης αὐτῶν κύριον.
ἢ τὴν μὲν φανερὰν οὐσίαν, ἣν καὶ ὑμῶν οἱ πολλοὶ συνῄδεσαν ὅτι κατελείφθη, μετὰ τῶν συνεπιτρόπων οὕτως αἰσχρῶς διήρπασεν, ὧν δʼ οὐκ ἐμέλλεθʼ ὑμεῖς ἔσεσθαι μάρτυρες, ἀπέσχετʼ ἂν ἐξὸν αὐτῷ λαβεῖν; καὶ τίς ἂν πιστεύσειεν; οὐκ ἔστιν ταῦτʼ, ὦ ἄνδρες δικασταί, οὐκ ἔστιν, ἀλλὰ τὰ μὲν χρήματα, ὅσα κατέλιπεν ὁ πατήρ, πάντα τούτοις παρέδωκεν, οὗτος δʼ, ἵνʼ ἧττον ἐλεηθῶ παρʼ ὑμῖν, τούτοις τοῖς λόγοις χρήσεται.