Against Aphobus I
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
ἐὰν δʼ εἶναί μοι φῇ τοῦτον τὸν τρόπον, λογιζόμενος τὰ παρʼ ἑκατέρῳ τῶν ἐπιτρόπων, διπλασίοις ἐλάττω φανήσεται λέγων, ἔχοντα δʼ οὐδὲν μᾶλλον ἀποφαίνων. ἐγὼ γὰρ ὥσπερ καὶ τοῦτον τοσαῦτʼ ἔχοντʼ ἐξήλεγξα, οὕτως κἀκείνων ἑκάτερον οὐκ ἐλάττω τούτων ἔχοντʼ ἐπιδείξω. ὥστʼ οὐ τοῦτʼ αὐτῷ λεκτέον, ἀλλʼ ὡς ἢ αὐτὸς ἢ οἱ συνεπίτροποι παρέδοσαν. εἰ δὲ μὴ τοῦτʼ ἐπιδείξει, πῶς χρὴ ταύτῃ τῇ προκλήσει προσέχειν ὑμᾶς τὸν νοῦν; οὐδὲν γὰρ μᾶλλον ἔχοντά μʼ ἐπιδείκνυσι.
πολλὰ τοίνυν ἀπορηθεὶς πρὸς τῷ διαιτητῇ περὶ πάντων τούτων, καὶ καθʼ ἕκαστον ἐξελεγχόμενος ὥσπερ νυνὶ παρʼ ὑμῖν, ἐτόλμησε ψεύσασθαι πάντων δεινότατον, ὡς τέτταρά μοι τάλανθʼ ὁ πατὴρ κατέλιπε κατορωρυγμένα καὶ τούτων κυρίαν τὴν μητέρʼ ἐποίησεν. ταῦτα δʼ εἶπεν, ἵνʼ εἰ μὲν καὶ νῦν προσδοκήσαιμʼ αὐτὸν ἐρεῖν, ἀπολογούμενος περὶ αὐτῶν διατρίβοιμι, δέον ἕτερά μʼ αὐτοῦ κατηγορεῖν πρὸς ὑμᾶς· εἰ δʼ ὡς οὐ ῥηθησομένων παραλίποιμι, νῦν αὐτὸς εἴποι, ἵνα δοκῶν εἶναι πλούσιος ἧττον ὑφʼ ὑμῶν ἐλεοίμην.
καὶ μαρτυρίαν μὲν οὐδεμίαν ἐνεβάλετο τούτων ὁ ταῦτʼ εἰπεῖν ἀξιώσας, ψιλῷ δὲ λόγῳ χρησάμενος ὡς πιστευθησόμενος διʼ ἐκείνων. καὶ ὅταν μὲν ἔρηταί τις αὐτόν, εἰς τί τῶν ἐμῶν τοσαῦτα χρήματʼ ἀνήλωκεν, χρέα φησὶν ὑπὲρ ἐμοῦ ἐκτετεικέναι καὶ πένητʼ ἐνταυθοῖ ζητεῖ ποιεῖν· ὅταν δὲ βούληται, πλούσιον ὡς ἔοικεν, εἴπερ γε καὶ τοσοῦτον ἐκεῖνος ἀργύριον οἴκοι κατέλιπεν. ὡς δʼ οὐκ ἀληθῆ λέγειν οἷόν τʼ αὐτόν, ἀλλʼ ἀδύνατόν τι γενέσθαι τούτων, ἐκ πολλῶν ῥᾴδιον μαθεῖν.