Against Timocrates

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

οὐ γάρ ἐστι τῆς αὐτῆς ψυχῆς Ἀνδροτίωνα μὲν καὶ Μελάνωπον καὶ Γλαυκέτην ἐλεεῖν, ἃ κλέψαντες εἶχον εἰ καταθήσουσι, τουτωνὶ δὲ τοσούτων ὄντων καὶ τῶν ἄλλων πολιτῶν, ὧν ἐπὶ τὰς οἰκίας ἐβάδιζες σὺ τοὺς ἕνδεκα καὶ τοὺς ἀποδέκτας ἔχων καὶ τοὺς ὑπηρέτας, μηδένα πώποτʼ ἐλεῆσαι, ἀλλὰ θύρας ἀφαιρεῖν καὶ στρώμαθʼ ὑποσπᾶν καὶ διάκονον, εἴ τις ἐχρῆτο, ταύτην ἐνεχυράζειν· ἃ σὺ πάντʼ ἐποίεις ἐνιαυτὸν ὅλον μετʼ Ἀνδροτίωνος.

πολλῷ γὰρ δήπου σχετλιώτερʼ ἐπάσχεθʼ ὑμεῖς, καὶ πολὺ μᾶλλον ἂν εἰκότως ἠλέεις τούτους, οἳ διʼ ὑμᾶς, ὦ κατάρατε, τοὺς λέγοντας οὐδʼ ὁτιοῦν εἰσφέροντες παύονται. καὶ οὐκ ἀπόχρη τοῦτο, ἀλλὰ καὶ διπλᾶ πράττονται, καὶ ταῦθʼ ὑπὸ σοῦ καὶ Ἀνδροτίωνος, οἳ μίαν εἰσφορὰν οὐδεπώποτʼ εἰσενηνόχατε.