Against Timocrates

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

εἰ δὲ μήθʼ οὗτος μήτʼ ἄλλος μηδεὶς τοῦτο δυνήσεται δεῖξαι, εἰδέναι χρὴ σαφῶς φενακιζομένους, καὶ λογίζεσθαι πρὸς ὑμᾶς αὐτοὺς ἐκ τίνος ποτʼ ἐπῆλθε τούτῳ τοιαῦτα νομοθετεῖν. οὐ προῖκʼ, ὦ Τιμόκρατες, πόθεν; οὐδʼ ὀλίγου δεῖ, τοῦτον ἔθηκας τὸν νόμον· οὐδεμίαν γὰρ ἂν εἰπεῖν ἔχοις ἄλλην πρόφασιν διʼ ἣν τοιοῦτον ἐπήρθης εἰσενεγκεῖν νόμον, ἢ τὴν σαυτοῦ θεοῖς ἐχθρὰν αἰσχροκέρδειαν· οὔτε γὰρ συγγενὴς οὔτʼ οἰκεῖος οὔτʼ ἀναγκαῖος ἦν σοι τούτων οὐδείς.

οὐδʼ ἐκεῖνʼ ἂν ἔχοις εἰπεῖν, ὡς ἐλεήσας δεινὰ πάσχοντας ἀνθρώπους εἵλου διὰ ταῦτα βοηθεῖν αὐτοῖς· οὔτε γὰρ τὰ τούτων πολλοστῷ χρόνῳ μόλις ἄκοντας, ἐν τρισὶν ἐξελεγχθέντας δικαστηρίοις, κατατιθέναι, τοῦθʼ ἡγήσω τὸ δεινὰ πάσχειν εἶναι· ποιεῖν γάρ ἐστι τοῦτό γε δεινά, καὶ παροξύνειεν μᾶλλον ἄν τινα μισεῖν ἢ προτρέψειʼ ἐλεεῖν· οὔτʼ ἄλλως πρᾶος καὶ φιλάνθρωπος σύ τις τῶν ἄλλων διαφόρως ὢν ἐλεεῖς αὐτούς·