Against Timocrates
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
ταῦτα μὲν τοίνυν, ἃ πρότερον ζῆλον πολὺν εἶχε καὶ φιλοτιμίαν ὑμῖν, ἠφάνισται καθαιρεθέντων τῶν στεφάνων· ἐπὶ ταῖς φιάλαις δʼ ἃς ἀντʼ ἐκείνων ἐποιήσαθʼ ὑμῖν ὁ πόρνος οὗτος, Ἀνδροτίωνος ἐπιμελουμένου ἐπιγέγραπται, καὶ οὗ τὸ σῶμʼ ἡταιρηκότος οὐκ ἐῶσιν οἱ νόμοι εἰς τὰ ἱέρʼ εἰσιέναι, τούτου τοὔνομʼ ἐν τοῖς ἱεροῖς ἐπὶ τῶν φιαλῶν γεγραμμένον ἐστίν. ὅμοιόν γε, οὐ γάρ; τοῦτο τοῖς προτέροις ἐπιγράμμασιν, ἢ φιλοτιμίαν ἴσην ἔχον ὑμῖν.
τρία τοίνυν ἐκ τούτου τὰ δεινότατʼ ἄν τις ἴδοι πεπραγμένʼ αὐτοῖς. τὴν μὲν γὰρ θεὸν τοὺς στεφάνους σεσυλήκασιν· τῆς πόλεως δὲ τὸν ζῆλον ἠφανίκασιν τὸν ἐκ τῶν ἔργων, ὧν ὑπόμνημʼ ἦσαν ὄντες οἱ στέφανοι· τοὺς δʼ ἀναθέντας δόξαν οὐ μικρὰν ἀφῄρηνται, τὸ δοκεῖν ὧν ἂν εὖ πάθωσʼ ἐθέλειν μεμνῆσθαι. καὶ τοιαῦτα καὶ τοσαῦτα τὸ πλῆθος κάκʼ εἰργασμένοι εἰς τοῦτʼ ἀναισθησίας καὶ τόλμης προεληλύθασιν, ὥσθʼ ὁ μὲν οἴεται διʼ ἐκεῖνον ὑφʼ ὑμῶν σωθήσεσθαι, ὁ δὲ παρακάθηται καὶ οὐ καταδύεται τοῖς πεπραγμένοις.
οὕτω δʼ οὐ μόνον εἰς χρήματʼ ἀναιδής, ἀλλὰ καὶ σκαιός ἐστιν, ὥστʼ οὐκ οἶδεν ἐκεῖνο, ὅτι στέφανοι μέν εἰσʼ ἀρετῆς σημεῖον, φιάλαι δὲ καὶ τὰ τοιαῦτα πλούτου, καὶ στέφανος μὲν ἅπας, κἂν μικρὸς ᾖ, τὴν ἴσην φιλοτιμίαν ἔχει τῷ μεγάλῳ, ἐκπώματα δʼ ἢ θυμιατήρια ἢ τὰ τοιαῦτα κτήματα, ἐὰν μὲν ὑπερβάλλῃ τῷ πλήθει, πλούτου τινὰ δόξαν προσετρίψατο τοῖς κεκτημένοις, ἐὰν δʼ ἐπὶ μικροῖς σεμνύνηταί τις, τοσοῦτʼ ἀπέχει τοῦ τιμῆς τινος διὰ ταῦτα τυχεῖν ὥστʼ ἀπειρόκαλος πρὸς ἔδοξεν εἶναι. οὗτος τοίνυν ἀνελὼν τὰ τῆς δόξης κτήματα τὰ τοῦ πλούτου πεποίηται μικρὰ καὶ ἀνάξιʼ ὑμῶν.
καὶ οὐδʼ ἐκεῖνʼ εἶδεν, ὅτι πρὸς μὲν χρημάτων κτῆσιν οὐδεπώποθʼ ὁ δῆμος ἐσπούδασεν, πρὸς δὲ δόξης ὡς οὐδὲ πρὸς ἓν τῶν ἄλλων. τεκμήριον δέ· χρήματα μὲν γὰρ πλεῖστα τῶν Ἑλλήνων ποτὲ σχὼν ἅπανθʼ ὑπὲρ φιλοτιμίας ἀνήλωσεν, ὑπὲρ δὲ δόξης εἰσφέρων ἐκ τῶν ἰδίων οὐδένα πώποτε κίνδυνον ἐξέστη. ἀφʼ ὧν κτήματʼ ἀθάνατʼ αὐτῷ περίεστιν, τὰ μὲν τῶν ἔργων ἡ μνήμη, τὰ δὲ τῶν ἀναθημάτων τῶν ἐπʼ ἐκείνοις σταθέντων τὸ κάλλος, προπύλαια ταῦτα, ὁ παρθενών, στοαί, νεώσοικοι, οὐκ ἀμφορίσκοι δύο οὐδὲ χρυσίδες τέτταρες ἢ τρεῖς, ἄγουσʼ ἑκάστη μνᾶν, ἅς, ὅταν σοι δοκῇ, πάλιν γράψεις καταχωνεύειν.
οὐ γὰρ ἑαυτοὺς δεκατεύοντες, οὐδʼ ἃν καταράσαινθʼ οἱ ἐχθροὶ ποιοῦντες, διπλᾶς πράττοντες τὰς εἰσφοράς, ταῦτʼ ἀνέθεσαν, οὐδʼ οἵοισπερ σὺ χρώμενοι συμβούλοις ἐπολιτεύοντο, ἀλλὰ τοὺς ἐχθροὺς κρατοῦντες, καὶ ἃ πᾶς τις ἂν εὖ φρονῶν εὔξαιτο, τὴν πόλιν εἰς ὁμόνοιαν ἄγοντες, ἀθάνατον κλέος αὑτῶν λελοίπασι, τοὺς ἐπιτηδεύοντας οἷά σοι βεβίωται τῆς ἀγορᾶς εἴργοντες.
ὑμεῖς δʼ εἰς τοσοῦτον, ὦ ἄνδρες Ἀθηναῖοι, προῆχθʼ εὐηθείας καὶ ῥᾳθυμίας ὥστʼ οὐδὲ τοιαῦτʼ ἔχοντες παραδείγματα ταῦτα μιμεῖσθε, ἀλλʼ Ἀνδροτίων ὑμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων, ὦ γῆ καὶ θεοί. καὶ τοῦτʼ ἀσέβημʼ ἔλαττον τίνος ἡγεῖσθε; ἐγὼ μὲν γὰρ ἡγοῦμαι δεῖν τὸν εἰς ἱέρʼ εἰσιόντα καὶ χερνίβων καὶ κανῶν ἁψόμενον, καὶ τῆς πρὸς τοὺς θεοὺς ἐπιμελείας προστάτην ἐσόμενον οὐχὶ τακτὸν ἡμερῶν ἀριθμὸν ἁγνεύειν, ἀλλὰ τὸν βίον ἡγνευκέναι τοιούτων ἐπιτηδευμάτων οἷα τούτῳ βεβίωται.
καὶ περὶ μὲν τούτου κατὰ σχολήν· ἃ δὲ Τιμοκράτης νῦν ἐρεῖ, πολλὰ λέγειν ἔτι πρὸς τούτοις ἔχων παύσομαι. οἶδα δʼ ὅτι, ὡς μὲν οὐκ ἀσύμφορος ὑμῖν ἐσθʼ ὁ νόμος καὶ παρὰ πάντας τοὺς νόμους εἰσενηνεγμένος καὶ κατὰ πάντʼ ἀδίκως ἔχων, οὐχ ἕξει λέγειν· ἀκούω δʼ αὐτὸν λέγειν ὡς ἐκτέτεισται τὰ χρήματʼ Ἀνδροτίωνι καὶ Γλαυκέτῃ καὶ Μελανώπῳ, καὶ ὅτι δεινότατʼ ἂν πάθοι πάντων ἀνθρώπων, εἰ πεποιηκότων ἐκείνων τὰ δίκαια, ὑπὲρ ὧν αὐτὸς αἰτίαν ἔχει θεῖναι τὸν νόμον, μηδὲν ἧττον αὐτὸς ἁλίσκοιτο.
ἐγὼ δὲ τὸν λόγον ἡγοῦμαι τοῦτον οὐδὲ καθʼ ἓν λέγειν ἐνεῖναι τούτῳ. εἰ μὲν γὰρ ὑπὲρ τούτων, οὓς τὰ προσήκοντα φῂς πεποιηκέναι, θεῖναι τὸν νόμον ὁμολογεῖς, κατʼ ἐκεῖνο προσήκει σʼ ἁλίσκεσθαι φανερῶς, ὅτι μὴ τιθέναι νόμον, ἂν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσι τοῖς πολίταις, ἄντικρυς οἱ κύριοι νόμοι λέγουσι, καθʼ οὓς οὗτοι δικάσειν ὀμωμόκασιν.
εἰ δὲ τοῦ πᾶσι συμφέροντος εἵνεκα ταῦτα νομοθετῆσαι φήσεις, μὴ λέγε τὴν ἔκτισιν τὴν τούτων· οὐδὲν γὰρ κοινωνεῖ τῷ νόμῳ τῷδε· ἀλλʼ ὡς ἐπιτήδειός ἐστιν καὶ καλῶς ἔχων ὁ νόμος, τοῦτο δίδασκε. τοῦτο γάρ ἐσθʼ ὑπὲρ οὗ σὺ μὲν εἰσενεγκεῖν φῄς, ἐγὼ δὲ γέγραμμαι τἀναντία φάσκων, κρῖναι δὲ προσήκει τουτουσί. καίτοι καὶ τοῦτʼ οὐκ ἀπορήσαιμʼ ἂν δεῖξαι, πάντα μᾶλλον ἢ κατὰ τοὺς νόμους πεποιημένους τὴν ἔκτισιν ἐκείνους τὴν τῶν χρημάτων· ἀλλὰ μὴ περὶ τούτων ὑμῶν οἰσόντων τὴν ψῆφον, τί δεῖ ταῦτα λέγοντʼ ἐνοχλεῖν με νυνί;
οἶμαι τοίνυν αὐτὸν οὐδʼ ἐκείνων ἀφέξεσθαι τῶν λόγων, ὡς δείνʼ ἂν πάθοι, εἰ γράψας ὅπως Ἀθηναίων μηδεὶς δεθήσεται αὐτὸς πείσεταί τι κακόν, καὶ ὅτι τοὺς νόμους ὡς πραοτάτους καὶ μετριωτάτους εἶναι ὑπὲρ τῶν ἀδυνάτων μάλιστʼ ἐστίν. πρὸς δὴ τοὺς τοιούτους λόγους βέλτιον ἀκηκοέναι μικρὰ πάντας ὑμᾶς, ἵνʼ ἧττον ἐξαπατᾶσθε.
ὅταν μὲν γὰρ λέγῃ, ὅπως μηδεὶς Ἀθηναίων δεθήσεται, μὴ λανθανέτω ψευδόμενος ὑμᾶς. οὐ γὰρ τοῦτο τέθηκεν, ἀλλʼ ὅπως ὑμεῖς ἄκυροι τῶν προστιμημάτων ἔσεσθε· καὶ τὴν μεθʼ ὅρκου καὶ λόγου καὶ κρίσεως ψῆφον ἐνηνεγμένην ἀνάδικον καθίστησιν. μὴ δὴ ταῦθʼ ὑμῖν τῶν ἐκ τοῦ νόμου ῥημάτων ἐκλέξας λεγέτω, ἃ φιλανθρωπότατʼ ἐστὶν ἀκοῦσαι· ἀλλʼ ὅλον δεικνύτω τὸν νόμον ἑξῆς, καὶ τὰ συμβαίνοντʼ ἐξ αὐτοῦ σκοπεῖν ἐάτω. εὑρήσετε γὰρ ταῦτʼ ὄνθʼ ἃ ἐγὼ λέγω, καὶ οὐχ ἅ φησιν οὗτος.
ἀλλὰ μὴν πρός γε τὸ τοῖς πολλοῖς συμφέρειν τοὺς νόμους πράους καὶ μετρίους εἶναι τάδε χρὴ σκοπεῖν. ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, δύʼ εἴδη περὶ ὧν εἰσιν οἱ νόμοι κατὰ πάσας τὰς πόλεις· ὧν τὸ μέν ἐστιν, διʼ ὧν χρώμεθʼ ἀλλήλοις καὶ συναλλάττομεν καὶ περὶ τῶν ἰδίων ἃ χρὴ ποιεῖν διωρίσμεθα καὶ ζῶμεν ὅλως τὰ πρὸς ἡμᾶς αὐτούς, τὸ δέ, ὃν τρόπον δεῖ τῷ κοινῷ τῆς πόλεως ἕνʼ ἕκαστον ἡμῶν χρῆσθαι, ἂν πολιτεύεσθαι βούληται καὶ φῇ κήδεσθαι τῆς πόλεως.
ἐκείνους μὲν τοίνυν τοὺς νόμους τοὺς περὶ τῶν ἰδίων ἠπίως κεῖσθαι καὶ φιλανθρώπως ὑπὲρ τῶν πολλῶν ἐστιν· τούσδε δὲ τοὺς περὶ τῶν πρὸς τὸ δημόσιον τοὐναντίον ἰσχυρῶς καὶ χαλεπῶς ἔχειν ὑπὲρ ὑμῶν ἐστιν· οὕτω γὰρ ἂν ἥκισθʼ οἱ πολιτευόμενοι τοὺς πολλοὺς ὑμᾶς ἀδικοῖεν. ὅταν δὴ τούτῳ τῷ λόγῳ χρῆται, ἐπὶ ταῦτʼ ἀπαντᾶτε, ὅτι τοὺς νόμους οὐκ ἐκείνους τοὺς ὑπὲρ ὑμῶν πράους ποιεῖ, ἀλλὰ τούσδʼ οἳ τοῖς πολιτευομένοις φόβον παρέχουσιν.
πολλὰ δʼ ἄν τις ἔχοι λέγειν, εἰ καθʼ ἕκαστον ὧν ἐρεῖ δεικνύναι βούλοιτο φενακισμοῦ καὶ παρακρούσεως εἵνεκα ῥηθησόμενα. ἀλλὰ τὰ μὲν πολλὰ παρήσω, κεφάλαιον δʼ ὑμῖν ὃ μνημονεύσετʼ ἐρῶ. σκοπεῖτʼ ἐν ἅπασι τοῖς λόγοις, ὁπόσους ἂν λέγῃ, εἴ τι δυνήσεται τοιοῦτον εἰπεῖν διʼ οὗ διδάξει ὡς ἔστι δίκαιον τὸν τιθέντα νόμον ταὐτὰ προστάξαι περὶ τῶν παρεληλυθότων καὶ τέλος ἐσχηκότων καὶ περὶ τῶν μελλόντων γενήσεσθαι· πάντων γὰρ ὄντων αἰσχρῶν καὶ δεινῶν τῶν γεγραμμένων ἐν τῷ νόμῳ, τοῦτο δεινότατον καὶ μάλιστα παράνομον γέγραπται.
εἰ δὲ μήθʼ οὗτος μήτʼ ἄλλος μηδεὶς τοῦτο δυνήσεται δεῖξαι, εἰδέναι χρὴ σαφῶς φενακιζομένους, καὶ λογίζεσθαι πρὸς ὑμᾶς αὐτοὺς ἐκ τίνος ποτʼ ἐπῆλθε τούτῳ τοιαῦτα νομοθετεῖν. οὐ προῖκʼ, ὦ Τιμόκρατες, πόθεν; οὐδʼ ὀλίγου δεῖ, τοῦτον ἔθηκας τὸν νόμον· οὐδεμίαν γὰρ ἂν εἰπεῖν ἔχοις ἄλλην πρόφασιν διʼ ἣν τοιοῦτον ἐπήρθης εἰσενεγκεῖν νόμον, ἢ τὴν σαυτοῦ θεοῖς ἐχθρὰν αἰσχροκέρδειαν· οὔτε γὰρ συγγενὴς οὔτʼ οἰκεῖος οὔτʼ ἀναγκαῖος ἦν σοι τούτων οὐδείς.
οὐδʼ ἐκεῖνʼ ἂν ἔχοις εἰπεῖν, ὡς ἐλεήσας δεινὰ πάσχοντας ἀνθρώπους εἵλου διὰ ταῦτα βοηθεῖν αὐτοῖς· οὔτε γὰρ τὰ τούτων πολλοστῷ χρόνῳ μόλις ἄκοντας, ἐν τρισὶν ἐξελεγχθέντας δικαστηρίοις, κατατιθέναι, τοῦθʼ ἡγήσω τὸ δεινὰ πάσχειν εἶναι· ποιεῖν γάρ ἐστι τοῦτό γε δεινά, καὶ παροξύνειεν μᾶλλον ἄν τινα μισεῖν ἢ προτρέψειʼ ἐλεεῖν· οὔτʼ ἄλλως πρᾶος καὶ φιλάνθρωπος σύ τις τῶν ἄλλων διαφόρως ὢν ἐλεεῖς αὐτούς·
οὐ γάρ ἐστι τῆς αὐτῆς ψυχῆς Ἀνδροτίωνα μὲν καὶ Μελάνωπον καὶ Γλαυκέτην ἐλεεῖν, ἃ κλέψαντες εἶχον εἰ καταθήσουσι, τουτωνὶ δὲ τοσούτων ὄντων καὶ τῶν ἄλλων πολιτῶν, ὧν ἐπὶ τὰς οἰκίας ἐβάδιζες σὺ τοὺς ἕνδεκα καὶ τοὺς ἀποδέκτας ἔχων καὶ τοὺς ὑπηρέτας, μηδένα πώποτʼ ἐλεῆσαι, ἀλλὰ θύρας ἀφαιρεῖν καὶ στρώμαθʼ ὑποσπᾶν καὶ διάκονον, εἴ τις ἐχρῆτο, ταύτην ἐνεχυράζειν· ἃ σὺ πάντʼ ἐποίεις ἐνιαυτὸν ὅλον μετʼ Ἀνδροτίωνος.
πολλῷ γὰρ δήπου σχετλιώτερʼ ἐπάσχεθʼ ὑμεῖς, καὶ πολὺ μᾶλλον ἂν εἰκότως ἠλέεις τούτους, οἳ διʼ ὑμᾶς, ὦ κατάρατε, τοὺς λέγοντας οὐδʼ ὁτιοῦν εἰσφέροντες παύονται. καὶ οὐκ ἀπόχρη τοῦτο, ἀλλὰ καὶ διπλᾶ πράττονται, καὶ ταῦθʼ ὑπὸ σοῦ καὶ Ἀνδροτίωνος, οἳ μίαν εἰσφορὰν οὐδεπώποτʼ εἰσενηνόχατε.
τηλικοῦτο τοίνυν ἐφρόνησεν οὗτος, ὡς ἄρʼ οὐδὲ δίκην τούτων οὐδεμίαν δώσων, ὥστε μόνος δέκα τῶν συναρχόντων ὄντων κοινῇ τὸν λόγον ἐγγράψαι μετʼ Ἀνδροτίωνος ἐτόλμησεν. προῖκα γάρ, οὐδὲν ὠφελούμενος, ὑμῖν Τιμοκράτης ἀπεχθάνεται καὶ νόμους εἰσφέρει πᾶσιν ἐναντίους, τὸ τελευταῖον δὲ καὶ αὑτοῦ νόμῳ προτέρῳ, ὃ μὰ τὴν Ἀθηνᾶν οὐδʼ ὑμᾶς οἴομαι λανθάνειν.
ὃ τοίνυν ἔμοιγε δοκεῖ μάλιστʼ ἄξιον ὀργῆς εἶναι, φράσω καὶ οὐκ ἀποτρέψομαι, ὅτι ταῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πράττων ἐπʼ ἀργυρίῳ, καὶ προῃρημένος ὡς ἀληθῶς μισθαρνεῖν, οὐκ εἰς ἃ καὶ συγγνώμην ἀκούσας ἄν τις ἔσχε, ταῦτʼ ἀναλίσκει. ταῦτα δʼ ἐστὶν τί; ὁ πατήρ, ὦ ἄνδρες δικασταί, ὁ τούτου τῷ δημοσίῳ ὀφείλει· καὶ οὐκ ὀνειδίζων ἐκείνῳ λέγω, ἀλλʼ ἀναγκαζόμενος· καὶ οὗτος ὁ χρηστὸς περιορᾷ.