Against Timocrates
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
δημηγορίαν δʼ ἐπὶ τούτοις ποιούμενος, ὡς ἔστι τριῶν αἵρεσις, ἢ τὰ πομπεῖα κατακόπτειν ἢ πάλιν εἰσφέρειν ἢ τοὺς ὀφείλοντας εἰσπράττειν, αἱρουμένων εἰκότως ὑμῶν τοὺς ὀφείλοντας εἰσπράττειν, ταῖς ὑποσχέσεσιν κατέχων καὶ διὰ τὸν καιρὸν ὃς ἦν τότʼ ἔχων ἐξουσίαν, τοῖς μὲν κειμένοις νόμοις περὶ τούτων οὐκ ᾤετο δεῖν χρῆσθαι, οὐδʼ, εἰ μὴ τούτους ἐνόμιζʼ ἱκανούς, ἑτέρους τιθέναι, ψηφίσματα δʼ εἶπεν ἐν ὑμῖν δεινὰ καὶ παράνομα, διʼ ὧν ἠργολάβει, προσαγωγεῖ τούτῳ χρώμενος τῶν λημμάτων.
καὶ πολλὰ τῶν ὑμετέρων κέκλοφεν μετὰ τούτου, γράψας τοὺς ἕνδεκα καὶ τοὺς ἀποδέκτας καὶ τοὺς ὑπηρέτας ἀκολουθεῖν μεθʼ αὑτοῦ. εἶτʼ ἔχων τούτους ἦγʼ ἐπὶ τὰς ὑμετέρας οἰκίας, καὶ σύ, ὦ Τιμόκρατες, συνηκολούθεις μόνος τῶν συναρχόντων δέκʼ ὄντων. καὶ μηδεὶς ὑπολαμβανέτω με λέγειν ὡς οὐ χρῆν εἰσπράττειν τοὺς ὀφείλοντας. χρῆν γάρ. ἀλλὰ πῶς; ὡς ὁ νόμος ἀγορεύει· τῶν ἄλλων ἕνεκα· τοῦτο γάρ ἐστι δημοτικόν. οὐ γὰρ τοσοῦτον, ὦ ἄνδρες Ἀθηναῖοι, πέντε ταλάντων ὑμῖν, ὧν οὗτοι τότʼ εἰσέπραξαν, τεθέντων ὠφέλησθε, ὅσον βέβλαφθε τοιούτων ἐθῶν εἰς τὴν πολιτείαν εἰσαγομένων.
εἰ γὰρ θέλετʼ ἐξετάσαι τίνος εἵνεκα μᾶλλον ἄν τις ἕλοιτʼ ἐν δημοκρατίᾳ ζῆν ἢ ἐν ὀλιγαρχίᾳ, τοῦτʼ ἂν εὕροιτε προχειρότατον, ὅτι πάντα πραότερʼ ἐν δημοκρατίᾳ. ὅτι μὲν τοίνυν τῆς ὅπου βούλεσθʼ ὀλιγαρχίας πολλῷ ἀσελγέστερα καὶ δεινότερʼ ἐποίουν οὗτοι, παραλείψω. ἀλλὰ παρʼ ἡμῖν πότε πώποτε δεινότατʼ ἐν τῇ πόλει γέγονεν;
εὖ οἶδʼ ὅτι ἐπὶ τῶν τριάκοντα ἅπαντες ἂν εἴποιτε. τότε τοίνυν, ὡς ἔστιν ἀκούειν, οὐδεὶς ἔστιν ὅστις ἀπεστερεῖτο τοῦ σωθῆναι, ὅστις ἑαυτὸν οἴκοι κρύψειεν, ἀλλʼ αὐτὸ τοῦτο κατηγοροῦσι τῶν τριάκοντα, ὅτι τοὺς ἐκ τῆς ἀγορᾶς ἀδίκως ἀπῆγον. οὗτοι τοίνυν τοσαύτην ὑπερβολὴν ἐποιήσαντʼ ἐκείνων τῆς αὑτῶν πονηρίας ὥστʼ ἐν δημοκρατίᾳ πολιτευόμενοι τὴν ἰδίαν οἰκίαν ἑκάστῳ δεσμωτήριον καθίστασαν, τοὺς ἕνδεκʼ ἄγοντες ἐπὶ τὰς οἰκίας.
καίτοι, ὦ ἄνδρες Ἀθηναῖοι, τί οἴεσθʼ ὁπότʼ ἄνθρωπος πένης ἢ καὶ πλούσιος, πολλὰ δʼ ἀνηλωκὼς καί τινʼ ἴσως τρόπον εἰκότως οὐκ εὐπορῶν ἀργυρίου, μὴ μόνον εἰς τὴν ἀγορὰν φοβοῖτʼ ἐμβαλεῖν, ἀλλὰ μηδʼ οἴκοι μένειν ἀσφαλὲς ἡγοῖτο, ὁ δὲ τούτων αἴτιος Ἀνδροτίων εἴη, ὃν οὐδʼ ὑπὲρ αὑτοῦ δίκην ἐᾷ λαβεῖν τὰ πεπραγμένα καὶ βεβιωμένα, μή τί γʼ ὑπὲρ τῆς πόλεως εἰσπράττειν εἰσφοράς;
καίτοι εἴ τις ἔροιτʼ αὐτὸν ἢ σέ, ὦ Τιμόκρατες, τὸν ἐπαινέτην τούτων καὶ συνεργόν, τὰς εἰσφορὰς πότερον τὰ κτήματʼ ἢ τὰ σώματʼ ὀφείλει, τὰ κτήματα φήσαιτʼ ἄν, εἴπερ ἀληθῆ λέγειν βούλοισθε· ἀπὸ γὰρ τούτων εἰσφέρομεν. τίνος οὖν ἕνεκʼ, ὦ κάκιστοι πάντων ἀνθρώπων, ἀφέντες τὸ τὰ χωρία δημεύειν καὶ τὰς οἰκίας καὶ ταῦτʼ ἀπογράφειν, ἐδεῖτε καὶ ὑβρίζετε πολίτας ἀνθρώπους καὶ τοὺς ταλαιπώρους μετοίκους, οἷς ὑβριστικώτερον ὑμεῖς ἢ τοῖς οἰκέταις τοῖς ὑμετέροις αὐτῶν ἐχρῆσθε;
καὶ μὴν εἰ θέλετε σκέψασθαι παρʼ ὑμῖν αὐτοῖς, ὦ ἄνδρες δικασταί, τί δοῦλον ἢ ἐλεύθερον εἶναι διαφέρει, τοῦτο μέγιστον ἂν εὕροιτε, ὅτι τοῖς μὲν δούλοις τὸ σῶμα τῶν ἀδικημάτων ἁπάντων ὑπεύθυνόν ἐστιν, τοῖς δʼ ἐλευθέροις ὕστατον τοῦτο προσήκει κολάζειν. οἱ δὲ τοὐναντίον εἰς τὰ σώματα, ὥσπερ ἀνδραπόδοις, ἐποιήσαντο τὰς τιμωρίας.
οὕτω δʼ ἀνίσως καὶ πλεονεκτικῶς ἔσχε πρὸς ὑμᾶς Ἀνδροτίων ὥστε τὸν μὲν αὑτοῦ πατέρʼ ᾤετο δεῖν, δημοσίᾳ δεθέντʼ ἐπὶ χρήμασιν ἐν τῷ δεσμωτηρίῳ, μήτʼ ἀποδόντα ταῦτα μήτε κριθέντʼ ἀποδρᾶναι, τῶν δʼ ἄλλων πολιτῶν τὸν μὴ δυνάμενον τὰ ἑαυτοῦ θεῖναι οἴκοθεν εἰς τὸ δεσμωτήριον ἀχθένθʼ ὑφʼ ἑαυτοῦ δεδέσθαι.
καὶ Τιμοκράτης τῶν μὲν πολλῶν ἡμῶν τότε, ὅτε τὴν διπλασίαν εἰσέπραττεν, οὐδʼ ἂν παρʼ ἑνὸς λαβεῖν ἠθέλησεν ἐγγυητάς, μὴ ὅτι μέχρι τῆς ἐνάτης πρυτανείας, ἀλλʼ οὐδὲ μιᾶς ἡμέρας, ἀλλʼ ἢ διπλᾶ τὰ χρήματʼ ἔδει καταβάλλειν ἢ παραχρῆμα δεδέσθαι· παρεδίδου δʼ οὗτος τοῖς ἕνδεκα τὸν οὐκ ὠφληκότʼ ἐν τῷ δικαστηρίῳ. νῦν δʼ ὅπως ὧν ἂν ὑμεῖς καταγνῶτʼ ἄδετοι περιίασιν, ὑπεύθυνον αὑτὸν ποιήσας νόμον εἰσενεγκεῖν ἐτόλμησεν.
ἀλλʼ ὅμως κἀκεῖνα καὶ τάδε φήσουσʼ ὑπὲρ ὑμῶν πράττειν. εἶτα ταῦθʼ ὑμεῖς ἀναδέξεσθʼ ὑπὲρ ὑμῶν πεπρᾶχθαι, καὶ τὰ τῆς τούτων θρασύτητος καὶ πονηρίας ἔργα πράως οἴσετε; ἀλλὰ μισεῖν ὀφείλετε τοὺς τοιούτους, ὦ ἄνδρες Ἀθηναῖοι, μᾶλλον ἢ σῴζειν. τὸν γὰρ ὑπὲρ τῆς πόλεως πράττοντά τι καὶ πράων ὑμῶν τευξόμενον τὸ τῆς πόλεως ἦθος ἔχοντα δεῖ φαίνεσθαι.
τοῦτο δʼ ἐστὶ τί; τοὺς ἀσθενεῖς ἐλεεῖν, τοῖς ἰσχυροῖς καὶ δυναμένοις μὴ ἐπιτρέπειν ὑβρίζειν, οὐ τοὺς μὲν πολλοὺς ὠμῶς μεταχειρίζεσθαι, κολακεύειν δὲ τὸν ἀεί τι δύνασθαι δοκοῦντα. ὃ σὺ ποιεῖς, ὦ Τιμόκρατες· διʼ ἃ πολλῷ μᾶλλον ἂν εἰκότως μὴ θελήσαντες ἀκοῦσαι σοῦ θάνατον καταψηφίσαινθʼ οὗτοι ἢ διʼ Ἀνδροτίωνʼ ἀφείησαν.
ὅτι τοίνυν οὐδὲ τὴν εἴσπραξιν αὐτὴν ὑπὲρ ὑμῶν πεποίηνται, καὶ τοῦτʼ αὐτίκα δὴ μάλʼ ὑμῖν δῆλον ποιήσω. εἰ γάρ τις ἔροιτʼ αὐτοὺς πότερʼ αὐτοῖς δοκοῦσʼ ἀδικεῖν μᾶλλον τὴν πόλιν οἱ γεωργοῦντες καὶ φειδόμενοι, διὰ παιδοτροφίας δὲ καὶ οἰκεῖʼ ἀναλώματα καὶ λῃτουργίας ἑτέρας ἐλλελοιπότες εἰσφοράν, ἢ οἱ τὰ τῶν ἐθελησάντων εἰσενεγκεῖν χρήματα καὶ τὰ παρὰ τῶν συμμάχων κλέπτοντες καὶ ἀπολλύντες, οὐκ ἂν εἰς τοῦτο δήπου τόλμης, καίπερ ὄντες ἀναιδεῖς, ἔλθοιεν, ὥστε φῆσαι τοὺς τὰ ἑαυτῶν μὴ εἰσφέροντας μᾶλλον ἀδικεῖν ἢ τοὺς τὰ κοίνʼ ὑφαιρουμένους.
τίνος οὖν ἕνεκʼ, ὦ Τιμόκρατες καὶ Ἀνδροτίων, ἐτῶν ὄντων πλειόνων ἢ τριάκοντʼ ἀφʼ οὗ ὅ γʼ ἕτερος ὑμῶν πολιτεύεται, καὶ ἐν τούτῳ τῷ χρόνῳ πολλῶν μὲν στρατηγῶν ἠδικηκότων τὴν πόλιν, πολλῶν δὲ ῥητόρων, οἳ παρὰ τουτοισὶ κέκρινται, ὧν οἱ μὲν τεθνᾶσιν ἐφʼ οἷς ἠδίκουν, οἱ δʼ ὑποχωρήσαντες ᾤχοντο καταγνόντες αὑτῶν, οὐδενὸς πώποτε τούτων ἐξητάσθη κατήγορος ὑμῶν οὐδέτερος, οὐδʼ ἀγανακτῶν ὤφθη ὑπὲρ ὧν ἡ πόλις πάσχει, ἀλλʼ ἐνταῦθʼ ἐφάνηθʼ ἡμῶν κηδόμενοι οὗ πολλοὺς ἔδει κακῶς ποιῆσαι;
βούλεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ τούτων αἴτιον ἐγὼ ὑμῖν εἴπω; ὅτι τούτων μὲν μετέχουσιν ὧν ἀδικοῦσιν ὑμᾶς τινες, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφαιροῦνται· διʼ ἀπληστίαν δὲ τρόπων διχόθεν καρποῦνται τὴν πόλιν. οὔτε γὰρ ῥᾷον πολλοῖς καὶ τὰ μίκρʼ ἀδικοῦσιν ἀπεχθάνεσθαι ἢ ὀλίγοις καὶ μεγάλα, οὔτε δημοτικώτερον δήπου τὰ τῶν πολλῶν ἀδικήμαθʼ ὁρᾶν ἢ τὰ τῶν ὀλίγων.
ἀλλὰ τοῦτʼ αἴτιον οὑγὼ λέγω. δεῖ τοίνυν ὑμᾶς ταῦτα λογιζομένους, καὶ μεμνημένους ὧν ἂν ἕκαστος ἁμάρτῃ, κολάζειν, ὅταν λάβητέ τινα, καὶ μὴ τὸν χρόνον εἰ πολύς ἐστʼ ἀπʼ ἐκείνου σκοπεῖν, ἀλλʼ εἰ ταῦτʼ ἐποίουν. ὡς εἰ νῦν πράως οἴσετʼ ἐφʼ οἷς τότʼ ἠγανακτεῖτε, δόξετʼ ὀργιζόμενοι κατεγνωκέναι τὰ χρήματα τούτων, οὐκ ἀδικούμενοι. τῶν μὲν γὰρ ὀργιζομένων ἐστὶν ὀξέως τι κακὸν τὸν λελυπηκότʼ ἐργάσασθαι, τῶν δʼ ἀδικουμένων, ὅταν ποθʼ ὑφʼ αὑτοῖς λάβωσι τὸν ἠδικηκότα, τότε τιμωρήσασθαι. οὔκουν δεῖ δοκεῖν, νῦν μαλακισθέντας, τότε τῶν ὀμωμοσμένων ὅρκων ἀμελήσαντας ὑμῖν αὐτοῖς χαρίσασθαι παρὰ τὸ δίκαιον, ἀλλὰ μισεῖν καὶ μηδʼ ἀνέχεσθαι φωνὴν μήτε τούτου μήτʼ ἐκείνου, τοιαῦτα πεπολιτευμένων.
ἀλλὰ νὴ Δία ταῦτα μὲν τοιοῦτοι γεγόνασιν ἐν οἷς πεπολίτευνται, ἄλλα δʼ ἔσθʼ ἃ καλῶς διῳκήκασιν. ἀλλὰ καὶ τἄλλʼ οὕτω προσεληλύθασι πρὸς ὑμᾶς ὥσθʼ ἥκιστʼ ἐν οἷς ἀκηκόατʼ ἄξιόν ἐστι μισεῖν αὐτούς. τί γὰρ βούλεσθʼ εἴπω; τὰ πομπεῖʼ ὡς ἐπεσκευάκασι, καὶ τὴν τῶν στεφάνων καθαίρεσιν, ἢ τὴν τῶν φιαλῶν ποίησιν τὴν καλήν;
ἀλλʼ ἐπὶ τούτοις γε, εἰ μηδὲν ἄλλʼ ἠδίκουν τὴν πόλιν, τρίς, οὐχ ἅπαξ τεθνάναι δικαίως ἄν μοι δοκοῦσιν· καὶ γὰρ ἱεροσυλίᾳ καὶ ἀσεβείᾳ καὶ κλοπῇ καὶ πᾶσι τοῖς δεινοτάτοις εἴσʼ ἔνοχοι. τὰ μὲν οὖν πόλλʼ ὧν λέγων ἐφενάκιζεν ὑμᾶς Ἀνδροτίων, παραλείψω· φήσας δʼ ἀπορρεῖν τὰ φύλλα τῶν στεφάνων καὶ σαπροὺς εἶναι διὰ τὸν χρόνον, ὥσπερ ἴων ἢ ῥόδων ὄντας, ἀλλʼ οὐ χρυσίου, συγχωνεύειν ἔπεισεν. αἱρεθεὶς δʼ ἐπὶ ταῦτα προσείλετο τοῦτον τὸν πάντων τῶν κακῶν κοινωνόν.
κᾆτʼ ἐπὶ μὲν ταῖς εἰσφοραῖς τὸν δημόσιον παρεῖναι προσέγραψεν ὡς δὴ δίκαιος ὤν, ὧν ἕκαστος ἀντιγραφεὺς ἔμελλεν ἔσεσθαι τῶν εἰσενεγκόντων· ἐπὶ τοῖς στεφάνοις δʼ οὓς κατέκοπτεν οὐχὶ προσήγαγεν ταὐτὸ δίκαιον τοῦτο, ἀλλʼ αὑτὸς ῥήτωρ, χρυσοχόος, ταμίας, ἀντιγραφεὺς γέγονεν.
καὶ μὴν εἰ μὲν ἅπαντʼ ἠξίους, ὅσα πράττεις τῇ πόλει, σαυτῷ πιστεύειν, οὐκ ἂν ὁμοίως κλέπτης ὢν ἐφωρῶ· νῦν δʼ ἐπὶ ταῖς εἰσφοραῖς ὃ δίκαιόν ἐσθʼ ὁρίσας, μὴ σοὶ πιστεύειν, ἀλλὰ τοῖς αὑτῆς δούλοις τὴν πόλιν, ὁπότʼ ἄλλο τι πράττων καὶ χρήματα κινῶν ἱερά, ὧν ἔνιʼ οὐδʼ ἐπὶ τῆς ἡμετέρας γενεᾶς ἀνετέθη, μὴ προσγραψάμενος τὴν αὐτὴν φυλακὴν ἥνπερ ἐπὶ τῶν εἰσφορῶν φαίνει, οὐκ ἤδη δῆλον διʼ ὃ τοῦτʼ ἐποίησας; ἐγὼ μὲν οἶμαι.
καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κατὰ παντὸς τοῦ χρόνου σκέψασθʼ ὡς καλὰ καὶ ζηλώτʼ ἐπιγράμματα τῆς πόλεως ἀνελὼν ὡς ἀσεβῆ καὶ δείνʼ ἀντεπέγραψεν. οἶμαι γὰρ ὑμᾶς ἅπαντας ὁρᾶν ὑπὸ τῶν στεφάνων ταῖς χοινικίσιν κάτωθεν γεγραμμένα οἱ σύμμαχοι τὸν δῆμον ἀνδραγαθίας εἵνεκα ἐστεφάνωσαν καὶ δικαιοσύνης, ἢ οἱ σύμμαχοι ἀριστεῖον τῇ Ἀθηναίᾳ ἀνέθεσαν, ἢ κατὰ πόλεις οἱ δεῖνες τὸν δῆμον ἐστεφάνωσαν σωθέντες ὑπὸ τοῦ δήμου, οἷον Εὐβοεῖς ἐλευθερωθέντες ἐστεφάνωσαν τὸν δῆμον ἐπεγέγραπτό που, πάλιν Κόνων ἀπὸ τῆς ναυμαχίας τῆς πρὸς Λακεδαιμονίους, Χαβρίας ἀπὸ τῆς ἐν Νάξῳ ναυμαχίας· τοιαῦτα γὰρ ἦν τὰ τῶν στεφάνων ἐπιγράμματα.