Against Aristocrates
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
ἀλλʼ οὐχ οὗτος ἔγραψε ταῦτα, ἀλλὰ τὸν μὲν ἀθῷον αἰτιᾶσθαι, τὸν δʼ ἄκριτον παραχρῆμʼ ἐκδίδοσθαι. ἂν δέ τις ἀνθρώπων ἢ καὶ ὅλη πόλις τοσούτοις νομίμοις ἀναιρουμένοις ὅσοις ἐγὼ διεξελήλυθα, καὶ τοσούτοις δικαστηρίοις καταλυομένοις ὅσοις εἴρηκα, ἃ θεοὶ κατέδειξαν καὶ μετὰ ταῦτʼ ἄνθρωποι χρῶνται πάντα τὸν χρόνον, βοηθήσῃ καὶ τὸν ὑβριζόμενον καὶ παρανομούμενον ἀφέληται, ἔκσπονδον ἔγραψεν εἶναι, καὶ οὐδὲ τούτῳ λόγον οὐδὲ κρίσιν πεποίηκεν, ἀλλὰ καὶ τοῦτον εὐθὺς ἄνευ κρίσεως κολάζει. πῶς ἂν ἢ δεινότερον γένοιτʼ ἢ παρανομώτερον τούτου ψήφισμα;
ἆρά τις ἡμῖν ἔτι λοιπός ἐστι νόμος; δεῖξον. οὑτοσί. λέγε τοῦτον.
ΝΟΜΟΣ.
ἐάν τις βιαίῳ θανάτῳ ἀποθάνῃ, ὑπὲρ τούτου τοῖς προσήκουσιν εἶναι τὰς ἀνδροληψίας, ἕως ἂν ἢ δίκας τοῦ φόνου ὑπόσχωσιν ἢ τοὺς ἀποκτείναντας ἐκδῶσι. τὴν δὲ ἀνδροληψίαν εἶναι μέχρι τριῶν, πλέον δὲ μή.
πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καλῶς ἐχόντων νόμων οὐκ οἶδʼ εἴ τινος ἧττον οὗτος ἔχει καλῶς καὶ δικαίως ὁ νόμος. σκέψασθε γὰρ ὡς νομίμως καὶ σφόδρʼ ἀνθρωπίνως κεῖται.
ἐάν τις βιαίῳ θανάτῳ ἀποθάνῃ, φησίν. πρῶτον μὲν δὴ τοῦτο προσγράψας τὸ βιαίως, σύμβολον πεποίηκεν ᾧ γιγνώσκομεν ὅτι, ἂν ἀδίκως, λέγει. ὑπὲρ τούτου φησὶ τοῖς προσήκουσιν εἶναι τὰς ἀνδροληψίας, ἕως ἂν ἢ δίκας τοῦ φόνου ὑπόσχωσιν ἢ τοὺς ἀποκτείναντας ἐκδῶσιν. σκοπεῖσθʼ ὡς καλῶς. πρότερον μὲν ὑποσχεῖν δίκας ἀξιοῖ, μετὰ ταῦτα δέ, ἂν τοῦτο μὴ βούλωνται, προσέταξεν ἐκδοῦναι· ἐὰν δὲ μηδέτερον τούτων ἐθέλωσι, τὸ ἀνδρολήψιόν φησιν εἶναι μέχρι τριῶν, πλέον δὲ μή. παρὰ τοίνυν ὅλον τοῦτον τὸν νόμον εἴρηται τὸ ψήφισμα.
πρῶτον μὲν γάρ, ἐάν τις ἀποκτείνῃ γράφων, οὐ προσέγραψʼ ἀδίκως οὐδὲ βιαίως οὐδʼ ὅλως οὐδέν. εἶτα πρὸ τοῦ δίκην ἀξιῶσαι λαβεῖν, εὐθὺς ἔγραψεν ἀγώγιμον εἶναι. πρὸς δὲ τούτοις ὁ μὲν νόμος, ἐὰν μήτε δίκας ὑπόσχωσι παρʼ οἷς ἂν τὸ πάθος γένηται, μήτε τοὺς δεδρακότας ἐκδῶσι, κελεύει κατὰ τούτων εἶναι μέχρι τριῶν τὸ ἀνδρολήψιον·
ὁ δὲ τούτους μὲν ἀθῴους παρῆκε, καὶ οὐδὲ λόγον πεποίηται περὶ αὐτῶν οὐδένα, τοὺς δὲ τὸν ἤδη πεφευγότα (θήσω γὰρ οὕτω) κατὰ τὸν κοινὸν ἁπάντων ἀνθρώπων νόμον, ὃς κεῖται τὸν φεύγοντα δέχεσθαι, ὑποδεξαμένους ἐκσπόνδους εἶναι γράφει, ἐὰν μὴ τὸν ἱκέτην ἔκδοτον διδῶσιν. οὐκοῦν καὶ τῷ μὴ προσθεῖναι πῶς, ἐὰν ἀποκτείνῃ, καὶ τῷ μηδεμίαν κρίσιν εἰπεῖν, καὶ τῷ μὴ δίκας αἰτεῖν, καὶ τῷ πανταχόθεν διδόναι λαβεῖν, καὶ τῷ τοὺς ὑποδεξαμένους, ἀλλὰ μὴ παρʼ οἷς ἂν τὸ πάθος γένηται κολάζειν, καὶ πᾶσιν οὑτωσὶ φανερῶς καὶ παρὰ τοῦτον εἴρηκε τὸν νόμον.
λέγε δὴ τὸν ἐφεξῆς.
ΝΟΜΟΣ.
μηδὲ νόμον ἐπʼ ἀνδρὶ ἐξεῖναι θεῖναι, ἐὰν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσιν Ἀθηναίοις.
ἔστι μὲν οὐκέτι τῶν φονικῶν ὅδʼ ὁ νῦν ἀνεγνωσμένος νόμος, ὦ ἄνδρες δικασταί, οὐδʼ ὁτιοῦν δʼ ἧττον ἔχει καλῶς, εἴπερ καὶ ἄλλος τις. ὥσπερ γὰρ τῆς ἄλλης πολιτείας ἴσον μέτεστιν ἑκάστῳ, οὕτως ᾤετο δεῖν καὶ τῶν νόμων ἴσον μετέχειν πάντας ὁ θεὶς αὐτόν, καὶ διὰ ταῦτʼ ἔγραψεν μηδὲ νόμον ἐπʼ ἀνδρὶ ἐξεῖναι θεῖναι, ἐὰν μὴ τὸν αὐτὸν ἐφʼ ἅπασιν Ἀθηναίοις. ὁπότε τοίνυν τὰ ψηφίσματα δεῖν κατὰ τοὺς νόμους ὁμολογεῖται γράφειν, ὁ γράφων ἰδίᾳ τι Χαριδήμῳ τοιοῦτον ὃ μὴ πᾶσι καὶ ὑμῖν ἔσται, σαφῶς καὶ παρὰ τοῦτον ἂν εἰρηκὼς εἴη τὸν νόμον. οὐ γὰρ δήπου, ἃ μηδὲ νομοθετεῖν ἔξεστιν, ταῦτʼ ἐν ψηφίσματι γράψας τις ἔννομʼ ἂν εἰρηκὼς εἴη.
λέγε τὸν μετὰ ταῦτα νόμον. ἢ οὗτοι πάντες εἰσίν;
ΝΟΜΟΣ.
ψήφισμα δὲ μηδὲν μήτε βουλῆς μήτε δήμου νόμου κυριώτερον εἶναι.
κατάθου. πάνυ μικρὸν ὑπείληφά μοι τὸν λόγον, ὦ ἄνδρες δικασταί, καὶ ῥᾴδιον εἶναι περὶ τοῦ παρὰ τοῦτον εἰρῆσθαι τὸν νόμον τὸ ψήφισμα. ὃς γὰρ ὑπαρχόντων τοσούτων νόμων πάντας ὑπερβὰς τούτους γέγραφεν καὶ κατέκλεισʼ ἴδιον πρᾶγμα ψηφίσματι, τοῦτον τί τις ἄλλο ποιεῖν φήσει πλὴν ψήφισμα νόμου κυριώτερον ἀξιοῦν εἶναι;
βούλομαι τοίνυν ὑμῖν καὶ ἓν ἢ δύο ψηφίσματα δεῖξαι τῶν γεγραμμένων τοῖς ὡς ἀληθῶς εὐεργέταις τῆς πόλεως, ἵνʼ εἰδῆθʼ ὅτι ῥᾴδιόν ἐστι γράφειν τὰ δίκαια, ὅταν αὐτοῦ τις εἵνεκα τούτου γράφῃ, τοῦ τιμῆσαί τινα καὶ μεταδοῦναι τῶν ἡμῖν ὑπαρχόντων, καὶ μὴ διὰ τοῦ ταῦτα δοκεῖν ποιεῖν βούληται κακουργεῖν καὶ παρακρούεσθαι. λέγε τὰ ψηφίσματα ταυτί. ἀλλʼ ἵνα μὴ μακρὸν ὑμῖν ἀκούειν ᾖ, ἐξ ἑκάστου τῶν ψηφισμάτων αὐτὸ τοῦτʼ ἐξείλεκται περὶ οὗ τούτου κατηγορῶ. λέγε.
ΨΗΦΙΣΜΑΤΑ.
ὁρᾶθʼ ὅτι πάντες, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν αὐτὸν τρόπον γεγράφασιν. ἔστω φησὶν ὑπὲρ αὐτοῦ ἡ αὐτὴ τιμωρία καθάπερ ἂν τὸν Ἀθηναῖον ἀποκτείνῃ, κυρίους μὲν ἐῶντες τοὺς περὶ τούτων ὑπάρχοντας ὑμῖν νόμους, σεμνοὺς δʼ ἀποφαίνοντες, οἵ γʼ ἐν δωρειᾶς ἐποιήσαντο τάξει τὸ τούτων μεταδοῦναι. ἀλλʼ οὐκ Ἀριστοκράτης, ἀλλὰ προπηλακίζει μὲν καθʼ ὅσον δύναται τούτους (ὡς γοῦν οὐδενὸς ἀξίων ἴδιόν τι γράφειν ἐπεχείρησεν), μικρὰν δʼ ἀποφαίνει κἀκείνην τὴν δωρειὰν ᾗ τὴν πολιτείαν δεδώκατε τῷ Χαριδήμῳ. ὃς γάρ, ὡς ἀγαπώντων τοῦθʼ ὑμῶν καὶ προσοφειλόντων χάριν αὐτῷ, γέγραφεν καὶ πρὸς φυλάττειν ὑμᾶς ἐκεῖνον, ὅπως ἀδεῶς ὅ τι ἂν βούληται ποιῇ, πῶς οὐ τοῦθʼ ὃ λέγω διαπράττεται;
οὐκ ἀγνοῶ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ὡς μὲν οὐ παρὰ τοὺς νόμους φανερῶς γέγραφεν τὸ ψήφισμα Ἀριστοκράτης οὐχ ἕξει δεῖξαι, ὃ δὲ δεινότατον πάντων ἐστίν, τὸ μηδεμίαν κρίσιν ἐν παντὶ ποιῆσαι τῷ ψηφίσματι τοιαύτης αἰτίας, τοῦθʼ ὑφαιρεῖσθαι πειράσεται. ἐγὼ δὲ περὶ αὐτοῦ τούτου πολλὰ μὲν λέγειν οὐκ οἶμαι δεῖν, ἐκ δὲ τοῦ ψηφίσματος αὐτοῦ δείξω σαφῶς οὐδʼ αὐτὸν τοῦτον ἡγούμενον εἶναι κρίσιν οὐδεμίαν τῷ τὴν αἰτίαν ἔχοντι.
γέγραφεν γὰρ ἐάν τις ἀποκτείνῃ Χαρίδημον, ἀγώγιμος ἔστω, ἐὰν δέ τις ἀφέληται ἢ πόλις ἢ ἰδιώτης, ἔκσπονδος ἔστω, οὐκ ἐὰν μὴ παράσχῃ εἰς κρίσιν τὸν ἀφαιρεθέντα, ἀλλʼ ὅλως εὐθύς. καίτοι εἴ γʼ ἐδίδου κρίσιν καὶ μὴ ἀφῃρεῖτο, τότʼ ἂν προσέγραψεν κατὰ τῶν ἀφελομένων τὴν τιμωρίαν, ὁπότʼ εἰς τὴν κρίσιν μὴ παρέσχον ὃν ἐξείλοντο.
οἶμαι τοίνυν αὐτὸν κἀκεῖνον ἐρεῖν τὸν λόγον, καὶ σφόδρα ταύτῃ ζητήσειν ἐξαπατᾶν ὑμᾶς, ὡς ἄκυρόν ἐστι τὸ ψήφισμα· προβούλευμα γάρ ἐστιν, ὁ νόμος δʼ ἐπέτεια κελεύει τὰ τῆς βουλῆς εἶναι ψηφίσματα, ὥστε κἂν αὐτοῦ νῦν ἀποψηφίσησθε, ἥ γε πόλις φλαῦρον οὐδὲν πείσεται κατὰ τὸ ψήφισμα τοῦτο.
ἐγὼ δὲ πρὸς ταῦτʼ οἶμαι δεῖν ὑμᾶς ἐκεῖνʼ ὑπολαμβάνειν, ὅτι τὸ ψήφισμα τοῦθʼ οὗτος ἔγραψεν οὐχ ἵνʼ ὄντος ἀκύρου μηδὲν ἀηδὲς ὑμῖν συμβῇ (τὴν ἀρχὴν γὰρ ἐξῆν αὐτῷ μὴ γράφειν, εἴ γε τὸ βέλτιστον τῇ πόλει σκοπεῖν ἐβούλετο) ἀλλʼ ἵνʼ ἐξαπατηθέντων ὑμῶν διαπράξαιντό τινες τἀναντία τοῖς ὑμῖν συμφέρουσιν. οἱ δὲ γραψάμενοι καὶ χρόνους ἐμποιήσαντες καὶ διʼ οὓς ἄκυρόν ἐστιν, ἡμεῖς ἐσμεν. ἄτοπον δὴ γένοιτʼ ἄν, εἰ ὧν ἡμῖν χάριν εἰκὸς ὑπάρχειν, ταῦτα τούτοις εἰς σωτηρίαν ὑπάρξειεν.
ἔτι τοίνυν οὐδʼ ἁπλοῦν τοῦθʼ οὕτως ἐστίν, ὥς τις οἴεται. εἰ μὲν γὰρ μηδεὶς ἄλλος ἦν ὅστις ἔμελλεν ὁμοίως τούτῳ τῶν συμφερόντων ὑμῖν ὀλιγωρήσας γράφειν, ἴσως ἂν ἦν τοῦτο· νῦν δʼ ὄντων οὐκ ὀλίγων οὐχὶ καλῶς ἔχει μὴ λῦσαι τὸ ψήφισμʼ ὑμῖν. τίς γὰρ οὐ γράψει θαρρῶν πάλιν, ἡνίκʼ ἂν ᾖ τοῦτʼ ἀποπεφευγός; τίς δʼ οὐκ ἐπιψηφιεῖ; τίς δὲ γράψεται; οὐ τοίνυν τοῦτο σκεπτέον, εἰ τοῦτʼ ἔστιν ἄκυρον τοῖς χρόνοις, ἀλλʼ ἐκεῖνο, ὅτι τῇ περὶ τούτου ψήφῳ, νῦν ἐὰν ἀποψηφίσησθε, τοῖς ἀδικεῖν βουλομένοις αὖθις ὑμᾶς ἄδειαν δώσετε.
οὐ τοίνυν οὐδʼ ἐκεῖνό μʼ, ὦ ἄνδρες Ἀθηναῖοι, λέληθεν, ὅτι ἁπλῆν μὲν οὐδὲ δικαίαν οὐδʼ ἡντινοῦν ἀπολογίαν Ἀριστοκράτης ἕξει λέγειν, παραγωγὰς δέ τινας τοιαύτας ἐρεῖ, ὡς ἄρα πολλὰ τοιαῦτʼ ἤδη γέγονε ψηφίσματα πολλοῖς. ἔστι δʼ οὐδέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο σημεῖον τοῦ τοῦτον ἔννομʼ εἰρηκέναι· πολλαὶ γὰρ προφάσεις εἰσὶν διʼ ἃς πολλάκις ὑμεῖς ἐξηπάτησθε.
οἷον εἴ τι τῶν ἑαλωκότων ψηφισμάτων παρʼ ὑμῖν μὴ ἐγράφη, κύριον ἂν δήπουθεν ἦν· καὶ μὴν παρὰ τοὺς νόμους γʼ ἂν εἴρητο. καὶ εἴ τί γε γραφὲν ἢ καθυφέντων τῶν κατηγόρων ἢ μὴ δυνηθέντων μηδὲν διδάξαι ἀπέφυγεν, καὶ τοῦτʼ οὐδὲν κωλύει παράνομον εἶναι. οὐκ ἄρʼ εὐορκοῦσιν οἱ δικάσαντες αὐτό; ναί. πῶς; ἐγὼ διδάξω. γνώμῃ τῇ δικαιοτάτῃ δικάσειν ὀμωμόκασιν, ἡ δὲ τῆς γνώμης δόξα ἀφʼ ὧν ἂν ἀκούσωσι παρίσταται· ὅτε τοίνυν κατὰ ταύτην ἔθεντο τὴν ψῆφον, εὐσεβοῦσιν.
πᾶς γὰρ ὁ μήτε διʼ ἔχθραν μήτε διʼ εὔνοιαν μήτε διʼ ἄλλην ἄδικον πρόφασιν μηδεμίαν παρʼ ἃ γιγνώσκει θέμενος τὴν ψῆφον εὐσεβεῖ· εἰ γὰρ ἠγνόησέν τι διδασκόμενος, τοῦ μὴ συνεῖναι δίκην οὐκ ὀφείλει δοῦναι· ἀλλʼ εἴ τις εἰδὼς ἐκείνους προδέδωκεν ἢ ἐξαπατᾷ, οὗτός ἐστʼ ἔνοχος τῇ ἀρᾷ. διόπερ καταρᾶται καθʼ ἑκάστην ἐκκλησίαν ὁ κῆρυξ, οὐκ εἴ τινες ἐξηπατήθησαν, ἀλλʼ εἴ τις ἐξαπατᾷ λέγων ἢ βουλὴν ἢ δῆμον ἢ τὴν ἡλιαίαν.
μὴ δὴ τοῦθʼ ὑμῖν ἐᾶτε λέγειν, ὡς γέγονεν, ἀλλʼ ὡς ἔστι δίκαιον γίγνεσθαι, μηδʼ ὡς ἕτεροι δικάσαντες ἐκύρωσαν ἐκεῖνα, ἀλλʼ ὑμᾶς αὐτοὺς ἀξιοῦτε διδάσκειν ὡς δικαιότερʼ ἡμῶν περὶ τοῦδε λέγουσιν. εἰ δὲ τοῦτο μὴ δυνήσονται, οὐχὶ καλῶς ἔχειν ὑμῖν ἡγοῦμαι τὴν ἑτέρων ἀπάτην κυριωτέραν ποιήσασθαι τῆς ὑμετέρας αὐτῶν γνώμης.
ἔτι τοίνυν ἔμοιγε δοκεῖ καὶ σφόδρʼ ἀναιδὴς ὁ τοιοῦτος εἶναι λόγος, ὡς γέγονεν καὶ πρότερόν τισιν ἄλλοις τοιαῦτα ψηφίσματα. οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη, σὺ δὲ τοῦτʼ ἐμιμήσω, διὰ τοῦτʼ ἀποφεύγειν σοι προσήκει, ἀλλὰ τοὐναντίον πολὺ μᾶλλον ἁλίσκεσθαι διὰ ταῦτα. ὥσπερ γάρ, εἴ τις ἐκείνων ἑάλω, σὺ τάδʼ οὐκ ἂν ἔγραψας, οὕτως, ἐὰν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει.
ὡς μὲν τοίνυν οὐ παρὰ πάντας τοὺς νόμους φανερῶς γέγραφεν τὸ ψήφισμʼ Ἀριστοκράτης, οὐκ οἶμαι λέγειν αὐτὸν ἕξειν· ἤδη δέ τινʼ εἶδον, ὦ ἄνδρες Ἀθηναῖοι, γραφὴν ἀγωνιζόμενον παρανόμων τοῖς νόμοις μὲν ἁλισκόμενον, ὡς δὲ συμφέρονθʼ ὑμῖν γέγραφεν λέγειν ἐπιχειροῦντα καὶ ταύτῃ βιαζόμενον, εὐήθη μέν, οἶμαι, μᾶλλον δʼ ἀναιδῆ λόγον.