Against Aristocrates

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

εἰ γὰρ καὶ κατὰ τἄλλα πάντα συμφέρει τὰ εἰρημένα, ᾗ γʼ ὀμωμοκότας κατὰ τοὺς νόμους δικάσειν ὑμᾶς ἀξιοῖ κυροῦν ἃ μηδʼ αὐτὸς ἔχει δικαίως δεῖξαι γεγραμμένα, ἀσύμφορʼ ἂν εἴη, εἴπερ τὸ εὐορκεῖν περὶ πλείστου πᾶσίν ἐστι ποιητέον· οὐ μὴν ἀλλʼ ἔχει τινʼ ὅμως ἡ ἀναίδειʼ αὕτη λόγον. τούτῳ τοίνυν οὐδʼ οὗτος ἐνέσται πρὸς ὑμᾶς ὁ λόγος· οὕτω γὰρ σφόδρʼ ἐναντίον ὂν τοῖς νόμοις τὸ ψήφισμα μᾶλλον ἀσύμφορόν ἐστιν ἢ παράνομον.

βούλομαι δʼ ἤδη καὶ τοῦθʼ ὑμῖν ἐπιδεικνύναι. ἵνα δʼ ὡς διὰ βραχυτάτου λόγου δῆλον ὃ βούλομαι ποιήσω, παράδειγμά τι γνώριμον πᾶσιν ὑμῖν ἐρῶ. ἴσθʼ ὅτι συμφέρει τῇ πόλει μήτε Θηβαίους μήτε Λακεδαιμονίους ἰσχύειν, ἀλλὰ τοῖς μὲν Φωκέας ἀντιπάλους, τοῖς δʼ ἄλλους τινὰς εἶναι· ἐκ γὰρ τοῦ ταῦθʼ οὕτως ἔχειν ἡμῖν ὑπάρχει μεγίστοις οὖσιν ἀσφαλῶς οἰκεῖν.

τοῦτο τοίνυν νομίζετε ταὐτὸ καὶ τοῖς Χερρόνησον οἰκοῦσι τῶν πολιτῶν συμφέρειν, μηδένʼ εἶναι τῶν Θρᾳκῶν ἰσχυρόν· ἡ γὰρ ἐκείνων πρὸς ἀλλήλους ταραχὴ καὶ ὑποψία φρουρὰ Χερρονήσου μεγίστη τῶν πασῶν ἐστιν καὶ βεβαιοτάτη. τὸ τοίνυν ψήφισμα τουτὶ τῷ μὲν ἡγουμένῳ τῶν Κερσοβλέπτου πραγμάτων ἀσφάλειαν διδόν, τοῖς δὲ τῶν ἑτέρων βασιλέων στρατηγοῖς φόβον καὶ δέος μή τινʼ αἰτίαν ἔχωσι παριστάν, τοὺς μὲν ἀσθενεῖς, τὸν δʼ ἕνʼ ὄντʼ ἰσχυρὸν καθίστησιν.

ἵνα δὲ μὴ πάνυ θαυμάζητʼ εἰ τὰ παρʼ ὑμῖν ψηφίσματα τηλικαύτην ἔχει δύναμιν, γεγονὸς καὶ ὃ πάντες ἐπίστασθε πρᾶγμʼ ὑμᾶς ὑπομνήσω. ὅτε Μιλτοκύθης ἀπέστη Κότυος, συχνὸν ἤδη χρόνον ὄντος τοῦ πολέμου, καὶ ἀπηλλαγμένου μὲν Ἐργοφίλου, μέλλοντος δʼ Αὐτοκλέους ἐκπλεῖν στρατηγοῦ, ἐγράφη τι παρʼ ὑμῖν ψήφισμα τοιοῦτον, διʼ οὗ Μιλτοκύθης μὲν ἀπῆλθε φοβηθεὶς καὶ νομίσας ὑμᾶς οὐ προσέχειν αὐτῷ, Κότυς δʼ ἐγκρατὴς τοῦ τʼ ὄρους τοῦ ἱεροῦ καὶ τῶν θησαυρῶν ἐγένετο. καὶ γάρ τοι μετὰ ταῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, Αὐτοκλῆς μὲν ἐκρίνεθʼ ὡς ἀπολωλεκὼς Μιλτοκύθην, οἱ δὲ χρόνοι κατὰ τοῦ τὸ ψήφισμʼ εἰπόντος τῆς γραφῆς ἐξεληλύθεσαν, τὰ δὲ πράγματʼ ἀπωλώλει τῇ πόλει.

εὖ τοίνυν ἴσθʼ ὅτι καὶ νῦν, εἰ μὴ λύσετε τὸ ψήφισμα τοδί, καὶ τοῖς βασιλεῦσι θαυμαστὴ γενήσεται διʼ αὔτʼ ἀθυμία καὶ τοῖς στρατηγοῖς αὐτῶν· ὅλως γὰρ ἡγήσονται παρεῶσθαι μὲν αὐτοί, πρὸς Κερσοβλέπτην δʼ ἀποκλίνειν ὑμᾶς. εἰ δʼ ἐκ τοῦ ταῦτα γνῶναι παραχωρήσονται τῆς ἀρχῆς ἐπὶ καιροῦ τινος αὐτοῖς ἐπιθεμένου τοῦ Κερσοβλέπτου, πάλιν ὁρᾶτε τί συμβήσεται.

φέρε γὰρ πρὸς θεῶν, ἂν ἡμᾶς ἀδικῇ Κερσοβλέπτης, ὃ μᾶλλον ἐλπὶς ἢ μὴ δυνηθέντα ποιῆσαι, οὐκ ἐπʼ ἐκείνους ἴμεν καὶ διʼ ἐκείνων ἀσθενῆ ποιεῖν αὐτὸν ζητήσομεν; ἂν οὖν εἴπωσʼ ἡμῖν ὅτι ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ μόνον ἡμῖν ἀδικουμένοις οὐκ ἐβοηθήσατε, ἀλλὰ καὶ φόβον, ἂν ὑπὲρ ἡμῶν αὐτῶν ἀμυνώμεθα, θαυμαστὸν παρεστήσατε, ψήφισμα ποιησάμενοι, τὸν ἐναντία τοῖς ὑμῖν συμφέρουσι καὶ ἡμῖν πράττοντʼ ἐάν τις ἀποκτείνῃ, ἀγώγιμον εἶναι· οὔκουν ἐστὲ δίκαιοι βοηθοὺς καλεῖν ἡμᾶς, ἐφʼ οἷς καὶ περὶ ὑμᾶς αὐτοὺς καὶ περὶ ἡμᾶς κακῶς ἐβουλεύσασθε, εἰπέ μοι, ταῦτʼ ἐὰν λέγωσιν, οὐ δικαιότερʼ ἡμῶν ἐροῦσιν; ἔγωγʼ οἶμαι.

καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστιν εἰπεῖν, ὅτι νὴ Δίʼ εἰκότως ἐφενακίσθητε καὶ παρεκρούσθητε. εἰ γὰρ μηδὲν εἴχετε τῶν ἄλλων λογίσασθαι, μηδʼ ἐφʼ ὑμῶν αὐτῶν οἷοί τʼ ἦτε ταῦτα συνεῖναι, ἦν ἰδεῖν παράδειγμα Ὀλυνθίους τουτουσί, οἳ τί πεποιηκότος αὐτοῖς Φιλίππου πῶς αὐτῷ χρῶνται; ἐκεῖνος ἐκείνοις Ποτείδαιαν οὐχὶ τηνικαῦτʼ ἀπέδωκεν, ἡνίκʼ ἀποστερεῖν οὐκέθʼ οἷός τʼ ἦν, ὥσπερ ὑμῖν Κερσοβλέπτης Χερρόνησον· ἀλλὰ πρὸς ὑμᾶς πολεμῶν χρήματα πόλλʼ ἀναλώσας, ἑλὼν καὶ δυνηθεὶς ἂν αὐτὸς ἔχειν, εἴπερ ἐβουλήθη, παρέδωκεν καὶ οὐδʼ ἐπεχείρησεν ἄλλο ποιεῖν οὐδέν.

ἀλλʼ ὅμως ἐκεῖνοι, τέως μὲν ἑώρων αὐτὸν τηλικοῦτον ἡλίκος ὢν πιστὸς ὑπῆρχεν, σύμμαχοί τʼ ἦσαν καὶ διʼ ἐκεῖνον ἡμῖν ἐπολέμουν, ἐπειδὴ δʼ εἶδον μείζω τῆς πρὸς αὑτοὺς πίστεως γιγνόμενον, τοσοῦτʼ ἀπέχουσι τοῦ ψηφίσασθαι, ἐάν τις ἀποκτείνῃ τινὰ τῶν ἐκείνῳ συγκατεσκευακότων τὴν ἀρχήν, ἐκ τῶν ἑαυτῶν συμμάχων ἀγώγιμον εἶναι,

ὥσθʼ ὑμᾶς, οὓς ἴσασιν ἁπάντων ἀνθρώπων ἥδιστʼ ἂν καὶ τοὺς ἐκείνου φίλους καὶ αὐτὸν τὸν Φίλιππον ἀποκτείναντας, φίλους πεποίηνται, φασὶ δὲ καὶ συμμάχους ποιήσεσθαι. εἶτʼ Ὀλύνθιοι μὲν ἴσασι τὸ μέλλον προορᾶν, ὑμεῖς δʼ ὄντες Ἀθηναῖοι ταὐτὸν τοῦτʼ οὐχὶ ποιήσετε; ἀλλʼ αἰσχρὸν τοὺς τῷ περὶ πραγμάτων ἐπίστασθαι βουλεύσασθαι δοκοῦντας προέχειν ἧττον Ὀλυνθίων τὸ συμφέρον εἰδότας ὀφθῆναι.

ἀκούω τοίνυν αὐτὸν καὶ τοιοῦτόν τινʼ ἐρεῖν λόγον, οἷον καὶ πρότερόν ποτʼ Ἀριστόμαχος παρʼ ὑμῖν ἐδημηγόρει, ὡς οὐκ ἔστιν ὅπως ποτὲ Κερσοβλέπτης αἱρήσεται Χερρόνησον ἀποστερεῖν ἐπιχειρῶν ἐχθρὸς ὑμῖν εἶναι· οὐδὲ γὰρ εἰ λάβοι καὶ κατάσχοι, λυσιτελήσειν αὐτῷ. ἐκ μέν γʼ ἐκείνης οὐκ ἔστιν ὑπὲρ τριάκοντα τάλανθʼ ἡ πρόσοδος μὴ πολεμουμένης, εἰ πολεμήσεται δέ, οὐδὲ ἕν· ἐκ δὲ τῶν ἐμπορίων, ἃ τότʼ ἂν κλεισθείη, πλεῖν ἢ διακόσια τάλαντά ἐσθʼ ἡ πρόσοδος· ὥστε τί βουλόμενος μικρὰ λαμβάνειν καὶ πολεμεῖν ἂν ἕλοιτο, ἐξὸν τὰ πλείω καὶ φίλος εἶναι, θαυμάζειν φήσουσιν.

ἐγὼ δʼ οὐκ ἀπορῶ μὲν εἰπεῖν πόλλʼ ἅ μοι δοκεῖ μᾶλλον ἄν τις ἰδὼν ἀπιστεῖν εἰκότως ἢ τούτοις πιστεύων ἐκεῖνον ἐᾶν μέγαν γίγνεσθαι· οὐ μὴν ἀλλʼ ὃ μάλιστα πρόχειρον ἔχω, τοῦτʼ ἐρῶ. ἴστε δήπου Φίλιππον, ἄνδρες Ἀθηναῖοι, τουτονὶ τὸν Μακεδόνα, ᾧ πολὺ δήπου μᾶλλον ἐλυσιτέλει τὰς ἐξ ἁπάσης Μακεδονίας προσόδους ἀδεῶς λαμβάνειν ἢ μετὰ κινδύνων τὰς ἐξ Ἀμφιπόλεως, καὶ χρῆσθαι φίλοις αἱρετώτερον ἦν αὐτῷ τοῖς πατρικοῖς ὑμῖν ἢ Θετταλοῖς, οἳ τὸν πατέρʼ αὐτοῦ ποτʼ ἐξέβαλον.

ἄνευ γὰρ τούτου κἀκεῖνʼ ἔστιν ἰδεῖν· ὑμεῖς μέν, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδένα προὐδώκατε πώποτε τῶν φίλων, Θετταλοὶ δʼ οὐδένα πώποθʼ ὅντινʼ οὔ. ἀλλʼ ὅμως οὕτως ἐχόντων τούτων μικρὰ λαμβάνειν καὶ τοὺς ἀπίστους φίλους καὶ τὸ κινδυνεύειν ἀντὶ τοῦ μετʼ ἀσφαλείας ζῆν ὁρᾶτε προῃρημένον αὐτόν.

τί δή ποτʼ αἴτιον; οὐ γὰρ δὴ λόγον γε τὸ πρᾶγμʼ οὑτωσὶ πρόχειρον ἔχει. ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, δυοῖν ἀγαθοῖν ὄντοιν πᾶσιν ἀνθρώποις, τοῦ μὲν ἡγουμένου καὶ μεγίστου πάντων, τοῦ εὐτυχεῖν, τοῦ δʼ ἐλάττονος μὲν τούτου, τῶν δʼ ἄλλων μεγίστου, τοῦ καλῶς βουλεύεσθαι, οὐχ ἅμʼ ἡ κτῆσις παραγίγνεται τοῖς ἀνθρώποις, οὐδʼ ἔχει τῶν εὖ πραττόντων οὐδεὶς ὅρον οὐδὲ τελευτὴν τῆς τοῦ πλεονεκτεῖν ἐπιθυμίας· διʼ ὅπερ πολλοὶ πολλάκις μειζόνων ἐπιθυμοῦντες τὰ παρόντʼ ἀπώλεσαν.

καὶ τί δεῖ Φίλιππον λέγειν ἤ τινʼ ἄλλον; ἀλλʼ ὁ πατὴρ αὐτὸς ὁ Κερσοβλέπτου Κότυς, ἡνίκα μὲν στασιάζοι πρός τινας, πρέσβεις πέμπων ἅπαντα ποιεῖν ἕτοιμος ἦν, καὶ τότʼ ᾐσθάνετο ὡς ἀλυσιτελὲς τὸ τῇ πόλει πολεμεῖν· ἐπειδὴ δʼ ὑφʼ αὑτῷ τὴν Θρᾴκην ἔχοι, κατελάμβανε τὰς πόλεις, ἠδίκει, μεθύων ἐπαρῴνει μάλιστα μὲν εἰς αὑτόν, εἶτα καὶ εἰς ἡμᾶς, τὴν χώραν ἐποιεῖθʼ ἑαυτοῦ, τὸ πρᾶγμʼ ἀμήχανον ἦν. τῶν γὰρ ὑπὲρ τοῦ πλεονεκτεῖν ἐπιχειρούντων οἷς οὐ χρὴ οὐ τὰ δυσχερέσταθʼ ἕκαστος εἴωθε λογίζεσθαι, ἀλλʼ ἃ κατορθώσας διαπράξεται.

ἐγὼ δὴ δεῖν ὑμᾶς οἶμαι τοῦτον τὸν τρόπον βεβουλεῦσθαι, ὅπως, ἂν μὲν ἃ χρὴ περὶ ὑμῶν γιγνώσκῃ Κερσοβλέπτης, μηδὲν ὑφʼ ὑμῶν ἀδικήσεται, ἂν δʼ ἀλόγως ἀδικεῖν ἐπιχειρῇ, μὴ μείζων ἔσται τοῦ δίκην δοῦναι. ἀναγνώσομαι δʼ ὑμῖν τὴν ἐπιστολὴν ἥν, ὅτʼ ἀφειστήκει Μιλτοκύθης, Κότυς ἔπεμψεν, καὶ ἣν ὅτε πᾶσαν ἔχων τὴν ἀρχὴν πέμψας Τιμομάχῳ τὰ χωρίʼ ὑμῶν ἐξεῖλεν.

ΕΠΙΣΤΟΛΑΙ.

τοῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ παράδειγμʼ ἑορακότες, ἂν ἐμοὶ πείθησθε, κἀκεῖνʼ εἰδότες, ὅτι Φίλιππος, ὅτε μὲν Ἀμφίπολιν ἐπολιόρκει, ἵνʼ ὑμῖν παραδῷ πολιορκεῖν ἔφη, ἐπειδὴ δʼ ἔλαβεν, καὶ Ποτείδαιαν προσαφείλετο, ἐκείνην τὴν πίστιν βουλήσεσθʼ ἔχειν, ἥνπερ φασὶ πρὸς Λακεδαιμονίους ποτʼ εἰπεῖν Φιλοκράτην τὸν Ἐφιάλτου.

καὶ γὰρ ἐκεῖνόν φασιν, ἐξαπατώντων τι τῶν Λακεδαιμονίων καὶ προτεινόντων πίστιν ἥντινα βούλεται λαμβάνειν, εἰπεῖν ὅτι πίστιν ἂν οἴεται γενέσθαι μόνην, εἰ δείξειαν ὅπως, ἂν ἀδικεῖν βούλωνται, μὴ δυνήσονται, ἐπεὶ ὅτι γʼ ἀεὶ βουλήσονται εὖ εἰδέναι· ἕως ἂν οὖν δύνωνται, πίστιν οὐκ εἶναι. ταύτην, ἂν ἐμοὶ χρῆσθε συμβούλῳ, φυλάξετε τὴν πίστιν πρὸς τοῦτον τὸν Θρᾷκα, καὶ μὴ βουλήσεσθʼ εἰδέναι τινʼ ἄν, εἰ πάσης ἄρξειε Θρᾴκης, πρὸς ὑμᾶς σχοίη γνώμην.

ὅτι τοίνυν ὅλως οὐδʼ ὑγιαινόντων ἐστὶν ἀνθρώπων τοιαῦτα γράφειν ψηφίσματα καὶ διδόναι τισὶ τοιαύτας δωρειάς, καὶ τοῦτʼ ἐκ πολλῶν ῥᾴδιον γνῶναι. ἴστε γὰρ δήπου πάντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθʼ ὁμοίως ἐμοί, ὅτι τὸν Κότυν ποτʼ ἐκεῖνον ἐποιήσασθε πολίτην, δῆλον ὡς κατʼ ἐκεῖνον τὸν χρόνον εὔνουν ἡγούμενοι. καὶ μὴν καὶ χρυσοῖς στεφάνοις ἐστεφανοῦτε, οὐκ ἄν, εἴ γʼ ἐχθρὸν ἡγεῖσθε.

ἀλλʼ ὅμως, ἐπειδὴ πονηρὸς καὶ θεοῖς ἐχθρὸς ἦν καὶ μεγάλʼ ὑμᾶς ἠδίκει, τοὺς ἀποκτείναντας ἐκεῖνον Πύθωνα καὶ Ἡρακλείδην, τοὺς Αἰνίους, πολίτας ἐποιήσασθʼ ὡς εὐεργέτας καὶ χρυσοῖς στεφάνοις ἐστεφανώσατε. εἰ δὴ τότε, ὅθʼ ὑμῖν οἰκείως ἔχειν ὁ Κότυς ἐδόκει, ἔγραψέ τις, ἄν τις ἀποκτείνῃ Κότυν, ἔκδοτον αὐτὸν εἶναι, πότερʼ ἐξέδοτʼ ἂν τὸν Πύθωνα καὶ τὸν ἀδελφόν, ἢ παρὰ τὸ ψήφισμα τοῦτο πολίτας ἐποιεῖσθε καὶ ὡς εὐεργέτας ἐτιμᾶτε;

τί δʼ; Ἀλέξανδρον ἐκεῖνον τὸν Θετταλόν, ἡνίκʼ εἶχε μὲν αἰχμάλωτον δήσας Πελοπίδαν, ἐχθρὸς δʼ ὡς οὐδεὶς ἦν Θηβαίοις, ὑμῖν δʼ οἰκείως διέκειθʼ οὕτως ὥστε παρʼ ὑμῶν στρατηγὸν αἰτεῖν, ἐβοηθεῖτε δʼ αὐτῷ καὶ πάντʼ ἦν Ἀλέξανδρος, πρὸς Διὸς εἴ τις ἔγραψεν, ἄν τις ἀποκτείνῃ Ἀλέξανδρον, ἀγώγιμον εἶναι, ἆρʼ ἂν ὧν μετὰ ταῦθʼ ὕβρισεν καὶ προὐπηλάκισεν ἀσφαλὲς ἦν τῳ παρʼ αὐτοῦ δίκην πειρᾶσθαι λαβεῖν;