Against Meidias
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
ὁρᾶτε δέ· αὐτίκα δὴ μάλα, ἐπειδὰν ἀναστῇ τὸ δικαστήριον, εἷς ἕκαστος ὑμῶν, ὁ μὲν θᾶττον ἴσως, ὁ δὲ σχολαίτερον, οἴκαδʼ ἄπεισιν οὐδὲν φροντίζων οὐδὲ μεταστρεφόμενος οὐδὲ φοβούμενος, οὔτʼ εἰ φίλος οὔτʼ εἰ μὴ φίλος αὑτῷ συντεύξεταί τις, οὐδέ γʼ εἰ μέγας ἢ μικρός, ἢ ἰσχυρὸς ἢ ἀσθενής, οὐδὲ τῶν τοιούτων οὐδέν. τί δήποτε; ὅτι τῇ ψυχῇ τοῦτʼ οἶδε καὶ θαρρεῖ καὶ πεπίστευκε τῇ πολιτείᾳ, μηδένʼ ἕλξειν μηδʼ ὑβριεῖν μηδὲ τυπτήσειν.
εἶτʼ ἐφʼ ἧς ἀδείας αὐτοὶ πορεύεσθε, ταύτην οὐ βεβαιώσαντες ἐμοὶ βαδιεῖσθε; καὶ τίνι χρή με λογισμῷ περιεῖναι ταῦτα παθόντα, εἰ περιόψεσθέ με νῦν ὑμεῖς; θάρρει νὴ Δία, φήσειέ τις ἄν· οὐ γὰρ ἔτʼ οὐδὲν ὑβρισθήσει. ἐὰν δέ, τότʼ ὀργιεῖσθε, νῦν ἀφέντες; μηδαμῶς, ὦ ἄνδρες δικασταί, μὴ προδῶτε μήτʼ ἐμὲ μήθʼ ὑμᾶς αὐτοὺς μήτε τοὺς νόμους.
καὶ γὰρ αὐτὸ τοῦτʼ εἰ ʼθέλοιτε σκοπεῖν καὶ ζητεῖν, τῷ ποτʼ εἰσὶν ὑμῶν οἱ ἀεὶ δικάζοντες ἰσχυροὶ καὶ κύριοι τῶν ἐν τῇ πόλει πάντων, ἐάν τε διακοσίους ἐάν τε χιλίους ἐάν θʼ ὁποσουσοῦν ἡ πόλις καθίσῃ, οὔτε τῷ μεθʼ ὅπλων εἶναι συντεταγμένοι μόνοι τῶν ἄλλων πολιτῶν, εὕροιτʼ ἄν, οὔτε τῷ τὰ σώματʼ ἄριστʼ ἔχειν καὶ μάλιστʼ ἰσχύειν τοὺς δικάζοντας, οὔτε τῷ τὴν ἡλικίαν εἶναι νεώτατοι, οὔτε τῶν τοιούτων οὐδενί, ἀλλὰ τῷ τοὺς νόμους ἰσχύειν.
ἡ δὲ τῶν νόμων ἰσχὺς τίς ἐστιν; ἆρʼ ἐάν τις ὑμῶν ἀδικούμενος ἀνακράγῃ, προσδραμοῦνται καὶ παρέσονται βοηθοῦντες; οὔ· γράμματα γὰρ γεγραμμένʼ ἐστί, καὶ οὐχὶ δύναιντʼ ἂν τοῦτο ποιῆσαι. τίς οὖν ἡ δύναμις αὐτῶν ἐστιν; ὑμεῖς ἐὰν βεβαιῶτʼ αὐτοὺς καὶ παρέχητε κυρίους ἀεὶ τῷ δεομένῳ. οὐκοῦν οἱ νόμοι θʼ ὑμῖν εἰσιν ἰσχυροὶ καὶ ὑμεῖς τοῖς νόμοις.
δεῖ τοίνυν τούτοις βοηθεῖν ὁμοίως ὥσπερ ἂν αὑτῷ τις ἀδικουμένῳ, καὶ τὰ τῶν νόμων ἀδικήματα κοινὰ νομίζειν, ἐφʼ ὅτου περ ἂν λαμβάνηται, καὶ μήτε λῃτουργίας μήτʼ ἔλεον μήτʼ ἄνδρα μηδένα μήτε τέχνην μηδεμίαν εὑρῆσθαι, διʼ ὅτου παραβάς τις τοὺς νόμους οὐ δώσει δίκην.
ὑμῶν οἱ θεώμενοι τοῖς Διονυσίοις εἰσιόντʼ εἰς τὸ θέατρον τοῦτον ἐσυρίττετε καὶ ἐκλώζετε, καὶ πάνθʼ ἃ μίσους ἐστὶ σημεῖʼ ἐποιεῖτε, οὐδὲν ἀκηκοότες πω περὶ αὐτοῦ παρʼ ἐμοῦ. εἶτα πρὶν μὲν ἐλεγχθῆναι τὸ πρᾶγμα, ὠργίζεσθε, προὐκαλεῖσθʼ ἐπὶ τιμωρίαν τὸν παθόντα, ἐκροτεῖθʼ ὅτε προὐβαλόμην αὐτὸν ἐν τῷ δήμῳ·
ἐπειδὴ δʼ ἐξελήλεγκται, καὶ προκατέγνωκεν ὁ δῆμος τούτου εἰς ἱερὸν καθεζόμενος, καὶ τἄλλα προσεξήτασται τὰ πεπραγμένα τῷ μιαρῷ τούτῳ, καὶ δικάσοντες εἰλήχατε, καὶ πάντʼ ἐστὶν ἐν ὑμῖν μιᾷ ψήφῳ διαπράξασθαι, νῦν ὀκνήσετʼ ἐμοὶ βοηθῆσαι, τῷ δήμῳ χαρίσασθαι, τοὺς ἄλλους σωφρονίσαι, μετὰ πολλῆς ἀσφαλείας αὐτοὶ τὸ λοιπὸν διάγειν, παράδειγμα ποιήσαντες τοῦτον τοῖς ἄλλοις;
πάντων οὖν εἵνεκα τῶν εἰρημένων, καὶ μάλιστα τοῦ θεοῦ χάριν περὶ οὗ τὴν ἑορτὴν ἀσεβῶν οὗτος ἑάλωκεν, τὴν ὁσίαν καὶ δικαίαν θέμενοι ψῆφον τιμωρήσασθε τοῦτον.