Against Meidias
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
καὶ γὰρ εἰ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τόθʼ ὅτʼ ἦν ἡ προβολή, τὰ πεπραγμένʼ ὁ δῆμος ἀκούσας ἀπεχειροτόνησε Μειδίου, οὐκ ἂν ὁμοίως ἦν δεινόν· καὶ γὰρ μὴ γεγενῆσθαι, καὶ μὴ περὶ τὴν ἑορτὴν ἀδικήματα ταῦτʼ εἶναι, καὶ πόλλʼ ἂν εἶχέ τις αὑτὸν παραμυθήσασθαι.
νῦν δὲ τοῦτο καὶ πάντων ἄν μοι δεινότατον συμβαίη, εἰ παρʼ αὐτὰ τἀδικήμαθʼ οὕτως ὀργίλως καὶ πικρῶς καὶ χαλεπῶς ἅπαντες ἔχοντες ἐφαίνεσθε, ὥστε Νεοπτολέμου καὶ Μνησαρχίδου καὶ Φιλιππίδου καί τινος τῶν σφόδρα τούτων πλουσίων δεομένων καὶ ἐμοῦ καὶ ὑμῶν, ἐβοᾶτε μὴ ἀφεῖναι, καὶ προσελθόντος μοι Βλεπαίου τοῦ τραπεζίτου, τηλικοῦτʼ ἀνεκράγετε, ὡς, τοῦτʼ ἐκεῖνο, χρήματά μου ληψομένου,
ὥστε μʼ, ὦ ἄνδρες Ἀθηναῖοι, φοβηθέντα τὸν ὑμέτερον θόρυβον θοἰμάτιον προέσθαι καὶ μικροῦ γυμνὸν ἐν τῷ χιτωνίσκῳ γενέσθαι, φεύγοντʼ ἐκεῖνον ἕλκοντά με, καὶ μετὰ ταῦτʼ ἀπαντῶντες ὅπως ἐπέξει τῷ μιαρῷ καὶ μὴ διαλύσει· θεάσονταί σε τί ποιήσεις Ἀθηναῖοι τοιαῦτα λέγοντες· ἐπειδὴ κεχειροτόνηται μὲν ὕβρις τὸ πρᾶγμʼ εἶναι, ἐν ἱερῷ δʼ οἱ ταῦτα κρίνοντες καθεζόμενοι διέγνωσαν, διέμεινα δʼ ἐγὼ καὶ οὐ προὔδωκʼ οὔθʼ ὑμᾶς οὔτʼ ἐμαυτόν, τηνικαῦτʼ ἀποψηφιεῖσθʼ ὑμεῖς.
μηδαμῶς· πάντα γὰρ τὰ αἴσχιστʼ ἔνεστιν ἐν τῷ πράγματι. εἰμὶ δʼ οὐ τούτων ὑμῖν ἄξιος (πῶς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι;) κρίνων ἄνθρωπον καὶ δοκοῦντα καὶ ὄντα βίαιον καὶ ὑβριστήν, ἡμαρτηκότʼ ἀσελγῶς ἐν πανηγύρει, μάρτυρας τῆς ὕβρεως τῆς ἑαυτοῦ πεποιημένον οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τοὺς ἐπιδημήσαντας ἅπαντας τῶν Ἑλλήνων. ἤκουσεν ὁ δῆμος τὰ πεπραγμένα τούτῳ. τί οὖν; ὑμῖν καταχειροτονήσας παρέδωκεν.
οὐ τοίνυν οἷόν τʼ ἀφανῆ τὴν γνῶσιν ὑμῶν γενέσθαι, οὐδὲ λαθεῖν, οὐδʼ ἀνεξέταστον εἶναι τί ποθʼ ὡς ὑμᾶς τοῦ πράγματος ἐλθόντος ἔγνωτε· ἀλλʼ ἐὰν μὲν κολάσητε, δόξετε σώφρονες εἶναι καὶ καλοὶ κἀγαθοὶ καὶ μισοπόνηροι, ἂν δʼ ἀφῆτε, ἄλλου τινὸς ἡττῆσθαι. οὐ γὰρ ἐκ πολιτικῆς αἰτίας, οὐδʼ ὥσπερ Ἀριστοφῶν ἀποδοὺς τοὺς στεφάνους ἔλυσε τὴν προβολήν, ἀλλʼ ἐξ ὕβρεως, ἐκ τοῦ μηδὲν ἂν ὧν πεποίηκʼ ἀναλῦσαι δύνασθαι κρίνεται. πότερʼ οὖν τούτου γενομένου κρεῖττον αὖθις ἢ νυνὶ κολάσαι; ἐγὼ μὲν οἶμαι νῦν· κοινὴ γὰρ ἡ κρίσις, καὶ τἀδικήματα πάντʼ ἐφʼ οἷς νῦν κρίνεται κοινά.
ἔτι δʼ οὐκ ἔμʼ ἔτυπτεν, ἄνδρες Ἀθηναῖοι, μόνον οὗτος οὐδʼ ὕβριζε τῇ διανοίᾳ τότε ποιῶν οἷʼ ἐποίει, ἀλλὰ πάντας ὅσους περ ἂν οἴηταί τις ἧττον ἐμοῦ δύνασθαι δίκην ὑπὲρ αὑτῶν λαβεῖν. εἰ δὲ μὴ πάντες ἐπαίεσθε μηδὲ πάντες ἐπηρεάζεσθε χορηγοῦντες, ἴστε δήπου τοῦθʼ ὅτι οὐδʼ ἐχορηγεῖθʼ ἅμα πάντες, οὐδὲ δύναιτʼ ἄν ποθʼ ὑμᾶς οὐδεὶς ἅπαντας μιᾷ χειρὶ προπηλακίσαι.
ἀλλʼ ὅταν εἷς ὁ παθὼν μὴ λάβῃ δίκην, τόθʼ ἕκαστον αὐτὸν χρὴ προσδοκᾶν τὸν πρῶτον μετὰ ταῦτʼ ἀδικησόμενον γενήσεσθαι, καὶ μὴ παρορᾶν τὰ τοιαῦτα, μηδʼ ἐφʼ ἑαυτὸν ἐλθεῖν περιμένειν, ἀλλʼ ὡς ἐκ πλείστου φυλάττεσθαι. μισεῖ Μειδίας ἴσως ἐμέ, ὑμῶν δέ γʼ ἕκαστον ἄλλος τις. ἆρʼ οὖν συγχωρήσαιτʼ ἂν τοῦτον, ὅστις ἐστὶν ἕκαστος ὁ μισῶν, κύριον γενέσθαι τοῦ ταῦθʼ ἅπερ οὗτος ἐμὲ ὑμῶν ἕκαστον ποιῆσαι; ἐγὼ μὲν οὐκ οἶμαι. μὴ τοίνυν μηδʼ ἔμʼ, ὦ ἄνδρες Ἀθηναῖοι, προῆσθε τούτῳ.