Against Meidias

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

οἶδα τοίνυν ὅτι τὰ παιδίʼ ἔχων ὀδυρεῖται, καὶ πολλοὺς λόγους καὶ ταπεινοὺς ἐρεῖ, δακρύων καὶ ὡς ἐλεινότατον ποιῶν ἑαυτόν. ἔστι δʼ, ὅσῳ περ ἂν αὑτὸν νῦν ταπεινότερον ποιῇ, τοσούτῳ μᾶλλον ἄξιον μισεῖν αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι. διὰ τί; ὅτι εἰ μὲν μηδαμῶς δυνηθεὶς ταπεινὸς γενέσθαι οὕτως ἀσελγὴς καὶ βίαιος ἦν ἐπὶ τοῦ παρεληλυθότος βίου, τῇ φύσει καὶ τῇ τύχῃ, διʼ ἣν τοιοῦτος ἐγένετο, ἄξιον ἦν ἄν τι τῆς ὀργῆς ἀνεῖναι· εἰ δʼ ἐπιστάμενος μέτριον παρέχειν αὑτὸν ὅταν βούληται τὸν ἐναντίον ἢ τοῦτον τὸν τρόπον εἵλετο ζῆν, εὔδηλον δήπου τοῦθʼ ὅτι καὶ νῦν ἂν διακρούσηται, πάλιν αὐτὸς ἐκεῖνος ὃν ὑμεῖς ἴστε γενήσεται.

οὐ δεῖ δὴ προσέχειν, οὐδὲ τὸν παρόντα καιρόν, ὃν οὗτος ἐξεπίτηδες πλάττεται, κυριώτερον οὐδὲ πιστότερον τοῦ παντός, ὃν αὐτοὶ σύνιστε, χρόνου ποιήσασθαι. ἐμοὶ παιδίʼ οὐκ ἔστιν, οὐδʼ ἂν ἔχοιμι ταῦτα παραστησάμενος κλάειν καὶ δακρύειν ἐφʼ οἷς ὑβρίσθην. διὰ τοῦτʼ ἄρα τοῦ πεποιηκότος ὁ πεπονθὼς ἔλαττον ἕξω παρʼ ὑμῖν;

μὴ δῆτα· ἀλλʼ ὅταν οὗτος ἔχων τὰ παιδία τούτοις ἀξιοῖ δοῦναι τὴν ψῆφον ὑμᾶς, τόθʼ ὑμεῖς τοὺς νόμους ἔχοντά με πλησίον ἡγεῖσθε παρεστάναι καὶ τὸν ὅρκον ὃν ὀμωμόκατε, τούτοις ἀξιοῦντα καὶ ἀντιβολοῦνθʼ ἕκαστον ὑμῶν ψηφίσασθαι. οἷς ὑμεῖς κατὰ πολλὰ δικαιότερον πρόσθοισθʼ ἂν ἢ τούτῳ· καὶ γὰρ ὀμωμόκατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς νόμοις πείσεσθαι, καὶ τῶν ἴσων μέτεστιν ὑμῖν διὰ τοὺς νόμους, καὶ πάνθʼ ὅσʼ ἔστʼ ἀγάθʼ ὑμῖν διὰ τοὺς νόμους ἐστίν, οὐ διὰ Μειδίαν οὐδὲ διὰ τοὺς Μειδίου παῖδας.

καὶ ῥήτωρ ἐστὶν οὗτος ἴσως ἐμὲ φήσει λέγων. ἐγὼ δʼ, εἰ μὲν ὁ συμβουλεύων ὅ τι ἂν συμφέρειν ὑμῖν ἡγῆται, καὶ τοῦτʼ ἄχρι τοῦ μηδὲν ὑμῖν ἐνοχλεῖν μηδὲ βιάζεσθαι, ῥήτωρ ἐστίν, οὔτε φύγοιμʼ ἂν οὔτʼ ἀπαρνοῦμαι τοῦτο τοὔνομα· εἰ μέντοι ῥήτωρ ἐστὶν οἵους ἐνίους τῶν λεγόντων ἐγὼ καὶ ὑμεῖς δʼ ὁρᾶτε, ἀναιδεῖς καὶ ἀφʼ ὑμῶν πεπλουτηκότας, οὐκ ἂν εἴην οὗτος ἐγώ· εἴληφα μὲν γὰρ οὐδʼ ὁτιοῦν παρʼ ὑμῶν, τὰ δʼ ὄντʼ εἰς ὑμᾶς πλὴν πάνυ μικρῶν ἅπαντʼ ἀνήλωκα. καίτοι καὶ εἰ τούτων ἦν πονηρότατος, κατὰ τοὺς νόμους ἔδει παρʼ ἐμοῦ δίκην λαμβάνειν, οὐκ ἐφʼ οἷς ἐλῃτούργουν ὑβρίζειν.

ἔτι τοίνυν οὐδὲ εἷς ἐστιν ὅστις ἐμοὶ τῶν λεγόντων συναγωνίζεται. καὶ οὐδενὶ μέμφομαι· οὐδὲ γὰρ αὐτὸς οὐδενὸς εἵνεκα τούτων οὐδὲν ἐν ὑμῖν πώποτʼ εἶπον, ἀλλʼ ἁπλῶς κατʼ ἐμαυτὸν ἔγνων καὶ λέγειν καὶ πράττειν ὅ τι ἂν συμφέρειν ὑμῖν ἡγῶμαι. ἀλλὰ τούτῳ πάντας αὐτίκα δὴ μάλα συνεξεταζομένους τοὺς ῥήτορας ὄψεσθʼ ἐφεξῆς. καίτοι πῶς ἐστι δίκαιον, τοὔνομα μὲν τοῦθʼ ὡς ὄνειδος προφέρειν ἐμοί, διὰ τούτων δʼ αὐτὸν τῶν ἀνδρῶν ἀξιοῦν σωθῆναι;

τάχα τοίνυν ἴσως καὶ τὰ τοιαῦτʼ ἐρεῖ, ὡς ἐσκεμμένα καὶ παρεσκευασμένα πάντα λέγω νῦν. ἐγὼ δʼ ἐσκέφθαι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, φημὶ καὶ οὐκ ἂν ἀρνηθείην, καὶ μεμελετηκέναι γʼ ὡς ἐνῆν μάλιστʼ ἐμοί· καὶ γὰρ ἂν ἄθλιος ἦν, εἰ τοιαῦτα παθὼν καὶ πάσχων ἠμέλουν ὧν περὶ τούτων ἐρεῖν ἔμελλον πρὸς ὑμᾶς·

γεγραφέναι μέντοι μοι τὸν λόγον Μειδίαν· ὁ γὰρ τὰ ἔργα παρεσχηκὼς περὶ ὧν εἰσιν οἱ λόγοι δικαιότατʼ ἂν ταύτην ἔχοι τὴν αἰτίαν, οὐχ ὁ ἐσκεμμένος οὐδʼ ὁ μεριμνήσας τὰ δίκαια λέγειν νῦν. ἐγὼ μὲν οὖν τοῦτο ποιῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ αὐτὸς ὁμολογῶ· Μειδίαν μέντοι μηδὲν ἐσκέφθαι πώποτʼ ἐν παντὶ τῷ βίῳ δίκαιον εἰκός ἐστιν· εἰ γὰρ καὶ κατὰ μικρὸν ἐπῄει τὰ τοιαῦτʼ αὐτῷ σκοπεῖν, οὐκ ἂν τοσοῦτον διημάρτανε τοῦ πράγματος.