Against Meidias

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

καὶ μέγα γʼ ὑμῖν τοῦτʼ ἐδόκει δίκαιον ἔχειν ὁ προβαλλόμενος λέγειν, εἰ κατελάμβανον, ἄνθρωπε, θέαν, εἰ μὴ τοῖς κηρύγμασιν, ὡς σύ με φῄς, ἐπειθόμην, τίνος ἐκ τῶν νόμων εἶ κύριος, καὶ ὁ ἄρχων αὐτός; τοῖς ὑπηρέταις ἐξείργειν εἰπεῖν, οὐκ αὐτὸς τύπτειν. οὐδʼ οὕτω πείθομαι· ἐπιβολὴν ἐπιβαλεῖν, πάντα μᾶλλον πλὴν αὐτὸς ἅψασθαι τῇ χειρί· πολλὰ γὰρ πρὸ τοῦ μὴ τὸ σῶμʼ ἕκαστον ὑβρίζεσθαι πεποιήκασιν οἱ νόμοι. ταῦτʼ ἔλεγεν μὲν ἐκεῖνος, ἐχειροτονήσατε δʼ ὑμεῖς· οὐ μὴν εἰσῆλθεν εἰς τὸ δικαστήριον οὗτος, ἀλλʼ ἐτελεύτησεν πρότερον.

ἑτέρου τοίνυν ὅ τε δῆμος ἅπας κατεχειροτόνησʼ ἀδικεῖν περὶ τὴν ἑορτήν, καὶ ὑμεῖς εἰσελθόντʼ ἀπεκτείνατε τοῦτον, Κτησικλέα, ὅτι σκῦτος ἔχων ἐπόμπευε, καὶ τούτῳ μεθύων ἐπάταξέ τινʼ ἐχθρὸν ὑπάρχονθʼ ἑαυτῷ· ἐδόκει γὰρ ὕβρει καὶ οὐκ οἴνῳ τύπτειν, ἀλλὰ τὴν ἐπὶ τῆς πομπῆς καὶ τοῦ μεθύειν πρόφασιν λαβὼν ἀδικεῖν, ὡς δούλοις χρώμενος τοῖς ἐλευθέροις.

ἁπάντων τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τούτων, ὧν ὁ μὲν ὧν εἷλεν ἀποστάς, ὁ δὲ καὶ θανάτῳ ζημιωθεὶς φαίνεται, πολλῷ δεινότερʼ εὖ οἶδʼ ὅτι πάντες ἂν εἶναι φήσειαν τὰ Μειδίᾳ πεπραγμένα· οὔτε γὰρ πομπεύων οὔτε δίκην ᾑρηκὼς οὔτε παρεδρεύων οὔτʼ ἄλλην σκῆψιν ἔχων οὐδεμίαν πλὴν ὕβριν, τοιαῦτα πεποίηκεν οἷʼ οὐδεὶς ἐκείνων. καὶ τούτους μὲν ἐάσω.

ἀλλὰ Πύρρον, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Ἐτεοβουτάδην, ἐνδειχθέντα δικάζειν ὀφείλοντα τῷ δημοσίῳ, θανάτῳ ζημιῶσαί τινες ὑμῶς ᾤοντο χρῆναι, καὶ τέθνηκεν ἁλοὺς παρʼ ὑμῖν· καίτοι τοῦτο τὸ λῆμμα διʼ ἔνδειαν, οὐ διʼ ὕβριν λαμβάνειν ἐπεχείρησεν ἐκεῖνος. καὶ πολλοὺς ἂν ἑτέρους ἔχοιμι λέγειν, ὧν οἱ μὲν τεθνᾶσιν, οἱ δʼ ἠτιμωμένοι διὰ πολλῷ τούτων εἰσὶν ἐλάττω πράγματα. ὑμεῖς δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, Σμίκρῳ δέκα ταλάντων ἐτιμήσατε καὶ Σκίτωνι τοσούτων ἑτέρων, δόξαντι παράνομα γράφειν, καὶ οὔτε παιδίʼ οὔτε φίλους οὔτε συγγενεῖς οὔθʼ ὁντινοῦν ἠλεήσατε τῶν παρόντων ἐκείνοις.

μὴ τοίνυν, ἐὰν μὲν εἴπῃ τις παράνομα, οὕτως ὀργιζόμενοι φαίνεσθε, ἐὰν δὲ ποιῇ, μὴ λέγῃ, πράως διάκεισθε. οὐδὲν γὰρ ῥῆμʼ οὐδʼ ὄνομʼ οὕτως ἐστὶ τοῖς πολλοῖς ὑμῶν χαλεπόν, ὡς ὅσʼ ὑβρίζων τις τὸν ἐντυχόνθʼ ὑμῶν διαπράττεται. μὴ τοίνυν αὐτοὶ καθʼ ὑμῶν αὐτῶν δεῖγμα τοιοῦτον ἐξενέγκητʼ, ἄνδρες Ἀθηναῖοι, ὡς ἄρʼ ὑμεῖς, ἂν μὲν τῶν μετρίων τινὰ καὶ δημοτικῶν λάβηθʼ ὁτιοῦν ἀδικοῦντα, οὔτʼ ἐλεήσετʼ οὔτʼ ἀφήσετε, ἀλλʼ ἀποκτενεῖτʼ ἢ ἀτιμώσετε, ἂν δὲ πλούσιος ὤν τις ὑβρίζῃ, συγγνώμην ἕξετε. μὴ δῆτα· οὐ γὰρ δίκαιον· ἀλλʼ ἐπὶ πάντων ὁμοίως ὀργιζόμενοι φαίνεσθε.

ἃ τοίνυν οὐδενὸς τῶν εἰρημένων ἧττον ἀναγκαῖον εἶναι νομίζω πρὸς ὑμᾶς εἰπεῖν, ταῦτʼ εἰπὼν ἔτι καὶ βραχέα περὶ τούτων διαλεχθεὶς καταβήσομαι. ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, μεγάλη τοῖς ἀδικοῦσιν ἅπασι μερὶς καὶ πλεονεξία ἡ τῶν ὑμετέρων τρόπων πραότης. ὅτι δὴ ταύτης οὐδʼ ὁτιοῦν ὑμῖν μεταδοῦναι τούτῳ προσήκει, ταῦτʼ ἀκούσατέ μου. ἐγὼ νομίζω πάντας ἀνθρώπους ἐράνους φέρειν παρὰ πάντα τὸν βίον αὑτοῖς, οὐχὶ τούσδε μόνους οὓς συλλέγουσί τινες καὶ ὧν πληρωταὶ γίγνονται, ἀλλὰ καὶ ἄλλους.

οἷον ἔστι μέτριος καὶ φιλάνθρωπός τις ἡμῶν καὶ πολλοὺς ἐλεῶν· τούτῳ ταὐτὸ δίκαιον ὑπάρχειν παρὰ πάντων, ἄν ποτʼ εἰς χρείαν καὶ ἀγῶνʼ ἀφίκηται. ἄλλος οὑτοσί τις ἀναιδὴς καὶ πολλοὺς ὑβρίζων, καὶ τοὺς μὲν πτωχούς, τοὺς δὲ καθάρματα, τοὺς δʼ οὐδʼ ἀνθρώπους ὑπολαμβάνων· τούτῳ τὰς αὐτὰς δίκαιον ὑπάρχειν φοράς, ἅσπερ αὐτὸς εἰσενήνοχε τοῖς ἄλλοις. ἂν τοίνυν ὑμῖν ἐπίῃ σκοπεῖν, τούτου πληρωτὴν εὑρήσετε Μειδίαν ὄντα τοῦ ἐράνου, καὶ οὐκ ἐκείνου.