On the False Embassy

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

ὅλως δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιον δήπου φήσαιτʼ ἂν εἶναι, μήτʼ εἰ πολλὰ καὶ δεινὰ τὰ συμβεβηκότʼ ἐστὶ τῇ πόλει, μηδενὸς δʼ Αἰσχίνης αἴτιος τούτων, εἰς τοῦτον ἐλθεῖν τὴν ὀργήν, μήτʼ εἴ τι τῶν δεόντων πέπρακται διʼ ἄλλον τινά, τοῦτο σῶσαι τουτονί· ἀλλʼ ὅσων οὗτος αἴτιος σκεψάμενοι καὶ χάριν, ἂν ταύτης ἄξιος ᾖ, καὶ τοὐναντίον ὀργήν, ἂν τοιαῦτα φαίνηται, ποιεῖσθε.

πῶς οὖν εὑρήσετε ταῦτα δικαίως; ἐὰν μὴ πάνθʼ ἅμʼ ἐᾶτε ταράττειν αὐτόν, τὰ τῶν στρατηγῶν ἀδικήματα, τὸν πόλεμον τὸν πρὸς Φίλιππον, τἀπὸ τῆς εἰρήνης ἀγαθά, ἀλλʼ ἕκαστον ἐφʼ αὑτοῦ σκοπῆτε. οἷον, ἦν ἡμῖν πόλεμος πρὸς Φίλιππον; ἦν. ἐνταῦθʼ ἐγκαλεῖ τις Αἰσχίνῃ; βούλεταί τις τούτου κατηγορεῖν περὶ τῶν ἐν τῷ πολέμῳ πραχθέντων; οὐδὲ εἷς. οὐκοῦν περὶ τούτων γʼ ἀφεῖται καὶ οὐδὲν αὐτὸν δεῖ λέγειν· περὶ γὰρ τῶν ἀμφισβητουμένων καὶ τοὺς μάρτυρας παρέχεσθαι καὶ τὰ τεκμήρια δεῖ λέγειν τὸν φεύγοντα, οὐ τὰ ὁμολογούμενʼ ἀπολογούμενον ἐξαπατᾶν. ὅπως τοίνυν περὶ τοῦ πολέμου μηδὲν ἐρεῖς· οὐδεὶς γὰρ οὐδὲν αἰτιᾶται περὶ αὐτοῦ σε.