On the False Embassy

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

τί δʼ; οὐ τριήρεις τριακόσιαι καὶ σκεύη ταύταις καὶ χρήμαθʼ ὑμῖν περίεστι καὶ περιέσται διὰ τὴν εἰρήνην; ἴσως ἂν εἴποι. πρὸς δὴ ταῦτʼ ἐκεῖνʼ ὑμᾶς ὑπολαμβάνειν δεῖ, ὅτι καὶ τὰ Φιλίππου πράγματʼ ἐκ τῆς εἰρήνης γέγονεν εὐπορώτερα πολλῷ, καὶ κατασκευαῖς ὅπλων καὶ χώρας καὶ προσόδων αἳ γεγόνασιν ἐκείνῳ μεγάλαι.

γεγόνασι δὲ καὶ ἡμῖν τινές. ἡ δέ γε τῶν πραγμάτων κατασκευὴ καὶ τῶν συμμάχων, διʼ ἣν ἢ αὑτοῖς ἢ τοῖς κρείττοσι τἀγαθὰ πάντες κέκτηνται, ἡ μὲν ἡμετέρα πραθεῖσʼ ὑπὸ τούτων ἀπόλωλε καὶ γέγονεν ἀσθενής, ἡ δʼ ἐκείνου φοβερὰ καὶ μείζων πολλῷ. οὐ δὴ δίκαιον ἐκείνῳ μὲν ἀμφότερʼ ηὐξῆσθαι διὰ τούτους καὶ τὰ τῶν συμμάχων καὶ τὰ τῶν προσόδων, ἃ δʼ ἡμῖν καὶ ὣς ἂν ὑπῆρχεν ἐκ τῆς εἰρήνης, ταῦτʼ ἀνθʼ ὧν ἀπέδοντʼ αὐτοὶ λογίζεσθαι. οὐ γὰρ ταῦτʼ ἀντʼ ἐκείνων γέγονεν, οὐδὲ πολλοῦ δεῖ, ἀλλὰ ταῦτα μὲν ἦν ἂν ὁμοίως ἡμῖν, ἐκεῖνα δὲ τούτοις ἂν προσῆν εἰ μὴ διὰ τούτους.