On the False Embassy
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
ἐκ δὲ τοῦ δὶς ἔμʼ εἰσελθεῖν ἀνάγκη περιίστατο καὶ τούτῳ πάλιν εἰσιέναι· διὰ ταῦτʼ οὐκ εἴα καλεῖν. καίτοι τοῦτο τὸ ἔργον, ὦ ἄνδρες Ἀθηναῖοι, ἀμφότερʼ ὑμῖν ἐπιδείκνυσι σαφῶς, καὶ κατεγνωκόθʼ ἑαυτοῦ τοῦτον ὥστε μηδενὶ νῦν ὑμῶν εὐσεβῶς ἔχειν ἀποψηφίσασθαι αὐτοῦ, καὶ μηδὲν ἀληθὲς ἐροῦντα περὶ ἐμοῦ· εἰ γὰρ εἶχε, τότʼ ἂν καὶ λέγων καὶ κατηγορῶν ἐξητάζετο, οὐ μὰ Δίʼ οὐκ ἀπηγόρευε καλεῖν.
ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.
ἀλλὰ μὴν ἄν γέ τι ἔξω τῆς πρεσβείας βλασφημῇ περὶ ἐμοῦ, κατὰ πόλλʼ οὐκ ἂν εἰκότως ἀκούοιτʼ αὐτοῦ. οὐ γὰρ ἐγὼ κρίνομαι τήμερον, οὐδʼ ἐγχεῖ μετὰ ταῦθʼ ὕδωρ οὐδεὶς ἐμοί. τί οὖν ἐστι ταῦτα πλὴν δικαίων λόγων ἀπορία; τίς γὰρ ἂν κατηγορεῖν ἕλοιτο κρινόμενος, ἔχων ὅ τι ἀπολογήσεται;