On the False Embassy

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

τούτων μὲν τοίνυν οὐδὲν εἶπεν οὐδʼ ἐφθέγξατο, οὐδʼ ἤκουσεν ὑμῶν οὐδείς, ἄλλα δʼ ἠπείλει. διὰ τί; ὅτι ταῦτα μὲν αὑτῷ συνῄδει πεπραγμένα, καὶ δοῦλος ἦν τῶν ῥημάτων τούτων. οὔκουν προσῄει πρὸς ταῦθʼ ἡ διάνοια, ἀλλʼ ἀνεδύετο· ἐπελαμβάνετο γὰρ αὐτῆς τὸ συνειδέναι. λοιδορεῖσθαι δʼ ἄλλʼ ἄττʼ οὐδὲν ἐκώλυεν αὐτὸν οὐδὲ βλασφημεῖν.

ὃ τοίνυν μέγιστον ἁπάντων, καὶ οὐ λόγος ἀλλʼ ἔργον· βουλομένου γὰρ ἐμοῦ τὰ δίκαια, ὥσπερ ἐπρέσβευσα δίς, οὕτω καὶ λόγον ὑμῖν δοῦναι δίς, προσελθὼν Αἰσχίνης οὑτοσὶ τοῖς λογισταῖς ἔχων μάρτυρας πολλοὺς ἀπηγόρευε μὴ καλεῖν ἔμʼ εἰς τὸ δικαστήριον ὡς δεδωκότʼ εὐθύνας καὶ οὐκ ὄνθʼ ὑπεύθυνον· καὶ τὸ πρᾶγμʼ ἦν ὑπεργέλοιον. τί οὖν ἦν τοῦτο; τῆς προτέρας ἐκείνης πρεσβείας, ἧς οὐδεὶς κατηγόρει, δοὺς λόγον οὐκέτʼ ἐβούλετʼ αὖθις εἰσιέναι περὶ ταύτης ἧς νῦν εἰσέρχεται, ἐν ᾗ πάντα τἀδικήματʼ ἐνῆν·