On the False Embassy
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
ἀκούω γὰρ αὐτὸν ἐρεῖν ὡς ἄρʼ ἐγὼ πάντων ὧν κατηγορῶ κοινωνὸς γέγονα, καὶ συνήρεσκε ταῦτά μοι καὶ συνέπραττον αὐτῷ, ἔπειτʼ ἐξαίφνης μεταβέβλημαι καὶ κατηγορῶ. ἔστι δʼ ὑπὲρ μὲν τῶν πεπραγμένων οὔτε δικαία οὔτε προσήκουσʼ ἡ τοιαύτη ἀπολογία, ἐμοῦ μέντοι τις κατηγορία· ἐγὼ μὲν γάρ, εἰ ταῦτα πεποίηκα, φαῦλός εἰμʼ ἄνθρωπος, τὰ δὲ πράγματʼ οὐδὲν βελτίω διὰ τοῦτο, οὐδὲ πολλοῦ δεῖ.
οὐ μὴν ἀλλʼ ἔγωγʼ οἶμαί μοι προσήκειν ἀμφότερʼ ὑμῖν ἐπιδεῖξαι, καὶ ὅτι ψεύσεται, ταῦτʼ ἐὰν λέγῃ, καὶ τὴν δικαίαν ἥτις ἐστὶν ἀπολογία. ἡ μὲν τοίνυν δικαία καὶ ἁπλῆ, ἢ ὡς οὐ πέπρακται τὰ κατηγορημένα δεῖξαι, ἢ ὡς πεπραγμένα συμφέρει τῇ πόλει. τούτων δʼ οὐδέτερον δύναιτʼ ἂν οὗτος ποιῆσαι.