On the False Embassy

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

μετὰ ταῦτα δὲ ταῖς ἀρχαῖς ὑπογραμματεύοντα καὶ δυοῖν ἢ τριῶν δραχμῶν πονηρὸν ὄντα; τὰ τελευταῖα δʼ ἔναγχος ἐν χορηγίοις ἀλλοτρίοις ἐπὶ τῷ τριταγωνιστεῖν ἀγαπητῶς παρατρεφόμενον; ποῖον οὖν ἐρεῖς βίον; ὃν ποῦ βεβίωκας; ἐπεὶ ὅ γε βεβιωμένος σοι τοιοῦτος φαίνεται. ἀλλὰ δὴ τὰ τῆς ἐξουσίας· οὗτος ἄλλον ἔκρινε παρʼ ὑμῖν ἐπὶ πορνείᾳ. ἀλλὰ μήπω ταῦτα, ἀλλὰ τὰς μαρτυρίας μοι λέγε πρῶτον ταυτασί.

ΜΑΡΤΥΡΙΑΙ.

τοσούτων τοίνυν καὶ τοιούτων ὄντων, ὦ ἄνδρες δικασταί, ὧν ἀδικῶν ὑμᾶς ἐξελήλεγκται, ἐν οἷς τί κακὸν οὐκ ἔνι; δωροδόκος, κόλαξ, ταῖς ἀραῖς ἔνοχος, ψεύστης, τῶν φίλων προδότης, πάντʼ ἔνεστι τὰ δεινότατα· πρὸς ἓν οὐδʼ ὁτιοῦν τούτων ἀπολογήσεται, οὐδʼ ἕξει δικαίαν οὐδʼ ἁπλῆν εἰπεῖν ἀπολογίαν οὐδεμίαν. ἃ δʼ ἐγὼ πέπυσμαι μέλλειν αὐτὸν λέγειν, ἔστι μὲν ἐγγυτάτω μανίας, οὐ μὴν ἀλλʼ ἴσως τῷ μηδὲν ἔχοντι δίκαιον ἄλλʼ εἰπεῖν ἀνάγκη πάντα μηχανᾶσθαι.