On the Crown
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
λέγε δʼ αὐτῷ τουτὶ τὸ ἐπίγραμμα, ὃ δημοσίᾳ προείλεθʼ ἡ πόλις αὐτοῖς ἐπιγράψαι, ἵνʼ εἰδῇς, Αἰσχίνη, καὶ ἐν αὐτῷ τούτῳ σαυτὸν ἀγνώμονα καὶ συκοφάντην ὄντα καὶ μιαρόν. λέγε.
ΕΠΙΓΡΑΜΜΑ.
inscription
- οἵδε πάτρας ἕνεκα σφετέρας εἰς δῆριν ἔθεντο
- ὅπλα, καὶ ἀντιπάλων ὕβριν ἀπεσκέδασαν·
- μαρνάμενοι δʼ ἀρετῆς καὶ δείματος οὐκ ἐσάωσαν
- ψυχάς, ἀλλʼ Ἀΐδην κοινὸν ἔθεντο βραβῆ,
- οὕνεκεν Ἑλλήνων, ὡς μὴ ζυγὸν αὐχένι θέντες
- δουλοσύνης στυγερὰν ἀμφὶς ἔχωσιν ὕβριν.
- γαῖα δὲ πατρὶς ἔχει κόλποις τῶν πλεῖστα καμόντων
- σώματʼ, ἐπεὶ θνητοῖς ἐκ Διὸς ἥδε κρίσις·
- μηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορθοῦν
- ἐν βιοτῇ· μοῖραν δʼ οὔ τι φυγεῖν ἔπορεν.
ἀκούεις, Αἰσχίνη, καὶ ἐν αὐτῷ τούτῳ μηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορθοῦν; οὐ τῷ συμβούλῳ τὴν τοῦ κατορθοῦν τοὺς ἀγωνιζομένους ἀνέθηκεν δύναμιν, ἀλλὰ τοῖς θεοῖς. τί οὖν, ὦ κατάρατʼ, ἐμοὶ περὶ τούτων λοιδορεῖ, καὶ λέγεις ἃ σοὶ καὶ τοῖς σοῖς οἱ θεοὶ τρέψειαν εἰς κεφαλήν;
πολλὰ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἄλλα κατηγορηκότος αὐτοῦ καὶ κατεψευσμένου, μάλιστʼ ἐθαύμασα πάντων ὅτε τῶν συμβεβηκότων τότε τῇ πόλει μνησθεὶς οὐχ ὡς ἂν εὔνους καὶ δίκαιος πολίτης ἔσχε τὴν γνώμην οὐδʼ ἐδάκρυσεν, οὐδʼ ἔπαθεν τοιοῦτον οὐδὲν τῇ ψυχῇ, ἀλλʼ ἐπάρας τὴν φωνὴν καὶ γεγηθὼς καὶ λαρυγγίζων ᾤετο μὲν ἐμοῦ κατηγορεῖν δηλονότι, δεῖγμα δʼ ἐξέφερεν καθʼ ἑαυτοῦ ὅτι τοῖς γεγενημένοις ἀνιαροῖς οὐδὲν ὁμοίως ἔσχε τοῖς ἄλλοις.
καίτοι τὸν τῶν νόμων καὶ τῆς πολιτείας φάσκοντα φροντίζειν, ὥσπερ οὗτος νυνί, καὶ εἰ μηδὲν ἄλλο, τοῦτό γʼ ἔχειν δεῖ, ταὐτὰ λυπεῖσθαι καὶ ταὐτὰ χαίρειν τοῖς πολλοῖς, καὶ μὴ τῇ προαιρέσει τῶν κοινῶν ἐν τῷ τῶν ἐναντίων μέρει τετάχθαι· ὃ σὺ νυνὶ πεποιηκὼς εἶ φανερός, ἐμὲ πάντων αἴτιον καὶ διʼ ἔμʼ εἰς πράγματα φάσκων ἐμπεσεῖν τὴν πόλιν, οὐκ ἀπὸ τῆς ἐμῆς πολιτείας οὐδὲ προαιρέσεως ἀρξαμένων ὑμῶν τοῖς Ἕλλησι βοηθεῖν,