On the Crown
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
πολλὰ καὶ καλὰ καὶ μεγάλʼ ἡ πόλις, Αἰσχίνη, καὶ προείλετο καὶ κατώρθωσεν διʼ ἐμοῦ, ὧν οὐκ ἠμνημόνησεν. σημεῖον δέ· χειροτονῶν γὰρ ὁ δῆμος τὸν ἐροῦντʼ ἐπὶ τοῖς τετελευτηκόσιν παρʼ αὐτὰ τὰ συμβάντα, οὐ σὲ ἐχειροτόνησε προβληθέντα, καίπερ εὔφωνον ὄντα, οὐδὲ Δημάδην, ἄρτι πεποιηκότα τὴν εἰρήνην, οὐδʼ Ἡγήμονα, οὐδʼ ἄλλον ὑμῶν οὐδένα, ἀλλʼ ἐμέ. καὶ παρελθόντος σοῦ καὶ Πυθοκλέους ὠμῶς καὶ ἀναιδῶς, ὦ Ζεῦ καὶ θεοί, καὶ κατηγορούντων ἐμοῦ ταὔθʼ ἃ καὶ σὺ νυνί, καὶ λοιδορουμένων, ἔτʼ ἄμεινον ἐχειροτόνησεν ἐμέ.
τὸ δʼ αἴτιον οὐκ ἀγνοεῖς μέν, ὅμως δὲ φράσω σοι κἀγώ. ἀμφότερʼ ᾔδεσαν αὐτοί, τήν τʼ ἐμὴν εὔνοιαν καὶ προθυμίαν μεθʼ ἧς τὰ πράγματʼ ἔπραττον, καὶ τὴν ὑμετέραν ἀδικίαν· ἃ γὰρ εὐθενούντων τῶν πραγμάτων ἠρνεῖσθε διομνύμενοι, ταῦτʼ ἐν οἷς ἔπταισεν ἡ πόλις ὡμολογήσατε. τοὺς οὖν ἐπὶ τοῖς κοινοῖς ἀτυχήμασιν ὧν ἐφρόνουν λαβόντας ἄδειαν ἐχθροὺς μὲν πάλαι, φανεροὺς δὲ τόθʼ ἡγήσανθʼ αὑτοῖς γεγενῆσθαι·
εἶτα καὶ προσήκειν ὑπολαμβάνοντες τὸν ἐροῦντʼ ἐπὶ τοῖς τετελευτηκόσι καὶ τὴν ἐκείνων ἀρετὴν κοσμήσοντα μήθʼ ὁμωρόφιον μήθʼ ὁμόσπονδον γεγενημένον εἶναι τοῖς πρὸς ἐκείνους παραταξαμένοις, μηδʼ ἐκεῖ μὲν κωμάζειν καὶ παιωνίζειν ἐπὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς μετὰ τῶν αὐτοχείρων τοῦ φόνου, δεῦρο δʼ ἐλθόντα τιμᾶσθαι, μηδὲ τῇ φωνῇ δακρύειν ὑποκρινόμενον τὴν ἐκείνων τύχην, ἀλλὰ τῇ ψυχῇ συναλγεῖν. τοῦτο δʼ ἑώρων παρʼ ἑαυτοῖς καὶ παρʼ ἐμοί, παρὰ δʼ ὑμῖν οὔ.
διὰ ταῦτʼ ἔμʼ ἐχειροτόνησαν καὶ οὐχ ὑμᾶς. καὶ οὐχ ὁ μὲν δῆμος οὕτως, οἱ δὲ τῶν τετελευτηκότων πατέρες καὶ ἀδελφοὶ οἱ ὑπὸ τοῦ δήμου τόθʼ αἱρεθέντες ἐπὶ τὰς ταφὰς ἄλλως πως, ἀλλὰ δέον ποιεῖν αὐτοὺς τὸ περίδειπνον ὡς παρʼ οἰκειοτάτῳ τῶν τετελευτηκότων, ὥσπερ τἄλλʼ εἴωθε γίγνεσθαι, τοῦτʼ ἐποίησαν παρʼ ἐμοί. εἰκότως· γένει μὲν γὰρ ἕκαστος ἑκάστῳ μᾶλλον οἰκεῖος ἦν ἐμοῦ, κοινῇ δὲ πᾶσιν οὐδεὶς ἐγγυτέρω· ᾧ γὰρ ἐκείνους σωθῆναι καὶ κατορθῶσαι μάλιστα διέφερεν, οὗτος καὶ παθόντων ἃ μήποτʼ ὤφελον τῆς ὑπὲρ ἁπάντων λύπης πλεῖστον μετεῖχεν.