Hymn 5 to Aphrodite

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. τῶν δʼ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστʼ Ἀφροδίτην
  2. οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
  3. καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου,
  4. ὅστε μέγιστός τʼ ἐστὶ μεγίστης τʼ ἔμμορε τιμῆς.
  5. καί τε τοῦ, εὖτʼ ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα
  6. ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν,
  7. Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε,
  8. ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι.
  9. κυδίστην δʼ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης
  10. μήτηρ τε Ῥείη· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς
  11. αἰδοίην ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν.
  12. τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
  13. ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα