Hymn 5 to Aphrodite

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργʼ Ἀφροδίτης,
  2. Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης,
  3. αὖτις δʼ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο,
  4. πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων·
  5. ἣ δὲ μαλʼ οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν·
  6. ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν,
  7. ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο,
  8. παρθένος ἔσσεσθαι πάντʼ ἤματα, δῖα θεάων.
  9. τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο
  10. καὶ τε μέσῳ οἴκῳ κατʼ ἄρʼ ἕζετο πῖαρ ἑλοῦσα.
  11. πᾶσιν δʼ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι
  12. καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.
  13. τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι·