Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήονʼ ἄειδον,
- οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα
- ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν.
- ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δʼ ἵκοντο
- Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθʼ ἄρʼ ἔμελλον
- οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι·
- δεῖξε δʼ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν.
- τῶν δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·
- τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
- ὦ ἄνα, εἰ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης
- ἤγαγες· οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ·
- πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν.
- οὔτε τρυγηφόρος ἥδε γʼ ἐπήρατος οὔτʼ εὐλείμων,
- ὥστʼ ἀπό τʼ εὖ ζώειν καὶ ἅμʼ ἀνθρώποισιν ὀπάζειν.
- τοὺς δʼ ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων·
- νήπιοι ἄνθρωποι, δυστλήμονες, οἳ μελεδῶνας
- βούλεσθʼ ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ·
- ῥηίδιον ἔπος ὔμμʼ ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω,
- δεξιτερῇ μάλʼ ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν,
- σφάζειν αἰεὶ μῆλα· τὰ δʼ ἄφθονα πάντα παρέσται,