Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ὅσσα τʼ ἐμοί κʼ ἀγάγωσι περικλυτὰ φῦλʼ ἀνθρώπων·
- νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλʼ ἀνθρώπων
- ἐνθάδʼ ἀγειρομένων καὶ ἐμὴν ἰθύν τε μάλιστα.
- [[δείκνυσθε θνητοῖσι· σὺ δὲ φρεσὶ δέξο θέμιστα.]
- [εἰ δέ τις ἀφραδίῃς οὐ πείσεται, ἀλλʼ ἀλογήσει][*](Allen suggests these two lines to fill the lacuna.)]
- ἠέ τι τηΰσιον ἔπος ἔσσεται ἠέ τι ἔργον
- ὕβρις θʼ, ἣ θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων,
- ἄλλοι ἔπειθʼ ὑμῖν σημάντορες ἄνδρες ἔσονται,
- τῶν ὑπʼ ἀναγκαίῃ δεδμήσεσθʼ ἤματα πάντα.
- εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.
- καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Λητοῦς υἱέ·
- αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.