Hymn 3 to Delian and Pythian Apollo

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ὡς ἔμʼ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς
  2. πρῶτος, ἐπεί μʼ ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν·
  3. καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην,
  4. ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν·
  5. αὐτὰρ ὅ γʼ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι
  6. παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή·
  7. [[αἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή][*](Suggested by Allen-Sikes to fill up the lacuna.)]
  8. ῥῖψʼ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ·
  9. ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα
  10. δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν.
  11. ὡς ὄφελʼ ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι.
  12. σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο;