Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἀγχοῦ δὲ κρήνη καλλίρροος, ἔνθα δράκαιναν
- κτεῖνεν ἄναξ, Διὸς υἱός, ἀπὸ κρατεροῖο βιοῖο,
- ζατρεφέα, μεγάλην, τέρας ἄγριον, ἣ κακὰ πολλὰ
- ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτούς,
- πολλὰ δὲ μῆλα ταναύποδʼ, ἐπεὶ πέλε πῆμα δαφοινόν.
- καὶ ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης
- δεινόν τʼ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν·
- ὅν ποτʼ ἄρʼ Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρί,
- ἡνίκʼ ἄρα Κρονίδης ἐρικυδέα γείνατʼ Ἀθήνην
- ἐν κορυφῇ· ἣ δʼ αἶψα χολώσατο πότνια Ἥρη
- ἠδὲ καὶ ἀγρομένοισι μετʼ ἀθανάτοισιν ἔειπε·
- κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,