Hymn 3 to Delian and Pythian Apollo

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι,
  2. κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ,
  3. Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν
  4. ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν,
  5. ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.
  6. ὅσσους Κρήτη τʼ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν
  7. νῆσός τʼ Αἰγίνη ναυσικλειτή τʼ Εὔβοια,
  8. Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος
  9. Θρηίκιός τʼ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα
  10. Θρηικίη τε Σάμος Ἴδης τʼ ὄρεα σκιόεντα,
  11. Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ,
  12. Ἴμβρος τʼ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα