Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε.
- χαῖρε, μάκαιρʼ ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα,
- Ἀπόλλωνά τʼ ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν,
- τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ,
- κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον,
- ἀγχοτάτω φοίνικος, ἐπʼ Ἰνωποῖο ῥεέθροις.
- πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
- πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατʼ ἀοιδῆς,
- ἠμὲν ἀνʼ ἤπειρον πορτιτρόφον ἠδʼ ἀνὰ νήσους·
- πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι
- ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες
- ἀκταί τʼ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.