Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἤιξʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.
- Ἠέλιον δʼ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,
- στὰν δʼ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων·
- ἠέλιʼ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ
- ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα·
- κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν,
- τῆς ἀδινὴν ὄπʼ ἄκουσα διʼ αἰθέρος ἀτρυγέτοιο
- ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
- ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον
- αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι,
- νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας,
- ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ
- οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.
- ὣς φάτο· τὴν δʼ Ὑπεριονίδης ἠμείβετο μύθῳ·
- Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα,
- εἰδήσεις· δὴ γὰρ μέγα σʼ ἅζομαι ἠδʼ ἐλεαίρω
- ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος
- αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς,
- ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
- αὐτοκασιγνήτῳ· ὃ δʼ ὑπὸ ζόφον ἠερόεντα