Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο
- πάσσατʼ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς.
- ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς,
- ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα
- καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε·
- πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε,
- τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων
- ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
- φωνῆς γὰρ ἤκουσʼ, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν,
- ὅστις ἔην· σοὶ δʼ ὦκα λέγω νημερτέα πάντα.
- ὣς ἄρʼ ἔφη Ἑκάτη· τὴν δʼ οὐκ ἠμείβετο μύθῳ
- Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλʼ ὦκα σὺν αὐτῇ
- ἤιξʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.
- Ἠέλιον δʼ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,
- στὰν δʼ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων·
- ἠέλιʼ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ
- ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα·
- κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν,