Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων,
  2. ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
  3. ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα
  4. λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα
  5. αὐγάς τʼ ἠελίου, ἔτι δʼ ἤλπετο μητέρα κεδνὴν
  6. ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,
  7. τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ·
  8. ---ἤχησαν δʼ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου
  9. φωνῇ ὑπʼ ἀθανάτῃ· τῆς δʼ ἔκλυε πότνια μήτηρ.
  10. ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις
  11. ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι,
  12. κυάνεον δὲ κάλυμμα κατʼ ἀμφοτέρων βάλετʼ ὤμων,
  13. σεύατο δʼ ὥστʼ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
  14. μαιομένη· τῇ δʼ οὔτις ἐτήτυμα μυθήσασθαι
  15. ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
  16. οὔτʼ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
  17. ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ
  18. στρωφᾶτʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,