Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ὣς μὲν γάρ κεν ἐοῦσα π[αρὰ στυγεροῦ Ἀίδαο]
  2. καὶ παρʼ ἐμοὶ καὶ πατρὶ κελ[αινεφέϊ Κρονίωνι]
  3. ναιετάοις πάντεσσι τετιμ[ένη ἀθανάτοι]σιν.
  4. εἰ δʼ ἐπάσω, πάλιν αὖτις ἰοῦσʼ ὑπ[ὸ κεύθεσι γαίης]
  5. οἰκήσεις ὡρέων τρίτατον μέρ[ος εἰς ἐνιαυτόν,]
  6. τὰς δὲ δύω παρʼ ἐμοί τε καὶ [ἄλλοις ἀθανά]τοισιν.
  7. ὁππότε δʼ ἄνθεσι γαῖʼ εὐώδε[σιν] εἰαρινο[ῖσι]
  8. παντοδαποῖς θάλλῃ, τόθʼ ὑπὸ ζόφου ἠερόεντος
  9. αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τʼ ἀνθρώποις.
  10. [εἶπε δὲ πῶς σʼ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα]
  11. καὶ τίνι σʼ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων;
  12. τὴν δʼ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα·