Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἀλλʼ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
- στῆσε δʼ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
- νηοῖο προπάροιθε θυώδεος· ἣ δὲ ἰδοῦσα
- ἤιξʼ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
- Περσεφόνη δʼ ἑτέρ[ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ]
- μητρὸς ἑῆς κατʼ [ἄρʼ ἥ γʼ ὄχεα προλιποῦσα καὶ ἵππους]
- ἆλτο θέει[ν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα·]
- τῇ δὲ [φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ]
- α[ἶψα δόλον θυμός τινʼ ὀίσατο, τρέσσε δʼ ἄρʼ αἰνῶς]
- παυομ[ένη φιλότητος, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·]
- τέκνον, μή ῥά τι μοι σ[ύ γε πάσσαο νέρθεν ἐοῦσα]
- βρώμης; ἐξαύδα, μ[ὴ κεῦθʼ, ἵνα εἴδομεν ἄμφω·]