Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- καρπαλίμως δʼ ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὅ γʼ αὐτὸς
- ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,
- ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα
- αὖθι παρʼ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
- ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν
- ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.
- ἣ δʼ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης
- ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι
- σεῦε διὲκ μεγάρων· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
- ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσα
- οὔθʼ ὕδωρ ποταμῶν οὔτʼ ἄγκεα ποιήεντα
- ἵππων ἀθανάτων οὔτʼ ἄκριες ἔσχεθον ὁρμήν,
- ἀλλʼ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
- στῆσε δʼ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
- νηοῖο προπάροιθε θυώδεος· ἣ δὲ ἰδοῦσα
- ἤιξʼ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
- Περσεφόνη δʼ ἑτέρ[ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ]
- μητρὸς ἑῆς κατʼ [ἄρʼ ἥ γʼ ὄχεα προλιποῦσα καὶ ἵππους]