Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
- ἀθανάτων· ἣ δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
- μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
- ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
- ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
- ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς·
- ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ·
- ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον
- ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,
- μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων·
- οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομʼ ἀκοίτης,
- αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δʼ ἐοῦσα
- δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει,
- τιμὰς δὲ σχήσησθα μετʼ ἀθανάτοισι μεγίστας.
- τῶν δʼ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα,
- οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται
- εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.
- ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια,