Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
  2. ὣς ἔφαθʼ· ἣ δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ
  3. πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.
  4. ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
  5. ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλʼ ὦκα
  6. ἐλθούσας ἐκέλευε καλεῖν ἐπʼ ἀπείρονι μισθῷ.
  7. αἳ δʼ ὥστʼ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ
  8. ἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,
  9. ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
  10. ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται
  11. ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
  12. τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ