Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς
- ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ
- εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃ
- ἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν.
- τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
- ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.
- εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
- ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
- ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
- ὣς ἔφαθʼ· ἣ δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ
- πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.
- ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
- ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλʼ ὦκα
- ἐλθούσας ἐκέλευε καλεῖν ἐπʼ ἀπείρονι μισθῷ.
- αἳ δʼ ὥστʼ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ
- ἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,
- ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
- ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται
- ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
- τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ