Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται·
- καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
- καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
- καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
- δεσπόσυνον καί κʼ ἔργα διδασκήσαιμι γυναῖκας.
- φῆ ῥα θεά· τὴν δʼ αὐτίκʼ ἀμείβετο παρθένος ἀδμής,
- Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη·
- μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
- τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
- ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνω
- ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς
- δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος
- εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν·
- ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
- ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
- καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο,
- τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·
- τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
- εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
- ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι.