Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθʼ ἵκωμαι
  2. ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι
  3. πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται·
  4. καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
  5. καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
  6. καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
  7. δεσπόσυνον καί κʼ ἔργα διδασκήσαιμι γυναῖκας.
  8. φῆ ῥα θεά· τὴν δʼ αὐτίκʼ ἀμείβετο παρθένος ἀδμής,
  9. Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη·
  10. μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
  11. τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
  12. ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνω
  13. ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς
  14. δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος
  15. εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν·
  16. ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
  17. ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
  18. καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο,