Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
  2. Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ.
  3. νῦν αὖτε Κρήτηθεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
  4. ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δʼ ἀέκουσαν ἀνάγκῃ
  5. ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα
  6. νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες
  7. ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί,
  8. δεῖπνόν τʼ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός·
  9. ἀλλʼ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός·
  10. λάθρη δʼ ὁρμηθεῖσα διʼ ἠπείροιο μελαίνης
  11. φεῦγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με
  12. ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
  13. οὕτω δεῦρʼ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα,
  14. ἥ τις δὴ γαῖʼ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν.
  15. ἀλλʼ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματʼ ἔχοντες
  16. δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,
  17. ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δʼ αὖτʼ οἰκτείρατε, κοῦραι.
  18. [τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,]