Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·
  • νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς
  • ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ.
  • ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω
  • πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·
  • τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι.
  • αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος
  • οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην
  • εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,
  • ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.
  • ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι
  • εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
  • κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,
  • εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι,
  • δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι
  • υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.